no image
DDbDP-text
Ἡφαιστίων Πανίσκωι χαίρειν καὶ ἐρρῶσθαι. τοῦ παρὰ Διδύμου τῶν ἐν τῶι νομῶι κατοίκων ἱππέων ὑπομνήματος ἀντίγραφον ὑπόκειται. τὸ μὲν οὖν γένημα τοῦ δηλουμένου αὐτοῦ κλήρου μετὰ τὰ εἰς τὸ βασιλικὸν καθήκοντα ἔστω ἐπίμονον μέχρι τοῦ παρʼ ἡμῶν προσφωνη θῆναί τι, τῶι δὲ ἐνκαλουμένωι παραγγελήτω ἀπαντῆσαι ἐφʼ ἡμᾶς ἐν ἡμέραις πρὸς τὴν περὶ τῶν ὑποδεικνυμένων διάκρισιν, καὶ διασάφησον ἵνʼ ὑγιαίνῃς ἔρρωσο ἔτους α Γορπιαίου θ Ἐπεὶφ θ Ἡφαιστίωνι συγγενεῖ καὶ διοικητῆι καὶ πρὸς τῶι ἰδίωι λόγωι καὶ τοῖς προχείροις παρὰ Διδύμου τοῦ τῶν ἐκ τοῦ Ἡρακλεοπολίτου κατοίκων ἱππέων. μετηλλαχότος κν ΠανίσκωιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.