no image
DDbDP-text
Φιλώτας Ἐπιστράτωι χαίρειν· καλῶς ποιεῖς, εἰ ἔρρωσαι· ἐρ ρώμεθα δὲ καὶ ἡμεῖς· ὑγι αίνει δὲ καὶ Πλείσταρχος, καὶ ἡδέως προσεδέξατο αὐτὸν ὁ βασιλεύς· χαρίζοιο δʼ ἂν ἡμῖν ἐπιμελόμενος σαυτοῦ, ὅπως ἂν ὑγιαίνηις· καὶ μνημόνευε δὲ ἡμῶν ὥσπερ καὶ ἡμεῖς σοῦ ἐν παντὶ καιρῶι, καὶ ταῦ τα πολὺ χαριεῖ ἡμῖν· καὶ περὶ τοῦ ἡμῶν υἱοῦ, ἐὰν τις τῶν παρʼ ἡμῶν καταπλεῖ, ἐπίστειλον ἡμῖν· ἔρρωσο ἔτους κη Ξανδικοῦ κϛ ἘπιστράτωιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.