no image
DDbDP-text
Μανρῆς Νεκτενίβι Ἀτίβει Πετοσίρει Ἀμφιτει Ανει Ὥρου Τεω Ἑριεῦτι ΣονθώυτιΣονώνει Πετ Ατι Πετεχῶντι Α Ὥρωι Πακερεῦτι Ἱέρωνι τοῖς τʼ ἄλλοις πολίταις πᾶσι χαίρειν. εἰ ἔρρωσθε πάντες, καλῶς ἂν ἔχοι, ὑγιαίνο μεν δὲ καὶ αὐτοί. παραγενόμενος ἡμῖν σιν οιικ μὴ οὖν ὀλιγοψυχήσητε, ἀλλʼ ἀνδρίζεσθε, ὀλίγος γὰρ χρόνος ὑμῖν ἐστιν, ἑτοιμά ζεται γὰρ ἡ διαδοχὴ καὶ οἱ κυνηγοὶ ἐπιλελεγμένοι εἰσὶ οἱ μέλλοντες παραγενέσ θαι μετὰ τοῦ στρατηγοῦ. παρέσταιπαρέσονται δὲ ὑμῖν καὶ ἐξ Ἡ ρώων πόλεως πορεῖαεια συντόμως ἄγοντα πυρῶν καὶ ἡ ἐλεφαντηγὸς ἡ ἐν Βερε νίκηι τέλος ἔχει καὶ αὐτὴ γράψατέ μοι, τίς παρʼ ὑμῖν τιμὴ ἐγένετο τοῦ σίτου, ἀφʼ οὗ ἡ ἐλεφαντηγὸς κατε ποντίσθη καὶ περὶ ὑμῶν ἐντείνεσθε, ἕως ἂν ὑγιαί νοντας ὑμᾶς ἴδωμεν. ἔρρωσθε. ἔτους κδ Φαῶφι κ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.