no image
DDbDP-text
Brief unter Soldaten via HGV-meta
Linked by Trismegistos ID
TM 164.
Each record below describes this same ancient text from a different angle.
Πόρτεις ἡγεμὼν τῶν ἐν προχειρισ μῶι καὶ οἱ ἐκ τοῦ σημείου νεανίσκοι Πατῆτι καὶ Παχράτηι καὶ τοῖς ἄλλοις στρατιώταις πᾶσι χαίρειν καὶ ἐρρωμένοιςἐρρωμενωι διὰ παντὸς εὐημερεῖν. ὑγιαίνο μεν δὲ καὶ αὐτοίκαυτοί. μεταλαβόντες τοὺς συν τετελεσμένους πρὸς τοὺς ἀσεβεῖς Ἑρμων θίτας ἀγῶνας μεγάλως ἐχάρημεν. ἐπεὶ οὖν προκεχειρίκαμενπροκεχειρακαμεν προστάτην τοῦ μεγίστου θεοῦ Νεχθφαραῦτος βεαρων δια στρατιωτῶν τὴν ἐπιστολὴν ντες, οἷς καὶ ἐν τετάλμεθα ἀσπάσεσθαι ὑμᾶς παρʼ ἡμῶν φιλοφρόνως καὶ διὰ γραμμάτων ἐκρίναμεν σημῆναι. ἐν οἷς ἂν οὖν ὑμῶν προσδέωνται ἀντιλαμβανόμενοι καὶ ἡμῖν δὲ γράφοντεςγράφοντας ὑπὲρ ὧν αἱρεῖσθε ὡς πᾶν προθυμότερον τελεω θησόμενον, ἐπιμελόμενοι δὲ καὶ ἑαυτῶν ἵνʼ ὑγιαίνητε. ἔρρωσθε. ἔτους ιδ τοῦ καὶ ια, Παῦνι ιε τα Πατῆτι καὶ Παχράτηι φιλοβασιλισταῖς καὶ τοῖς ἄλλοις στρατιώταιςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.