no image
DDbDP-text
Φιλάμμων Πατῆτι Τσνοῦτος καὶ Παχράτηι καὶ τοῖς σὺν αὐτοῖς στρατιώταις χαίρειν καὶ ἐρρῶσθαι. ἐπεὶ γέγραφεν ὁ πατὴρ συνμίσγειν ἄγων τοὺς Κροκοδιλοπολίτας καὶ ὑμᾶς ἅμα, ὀρθῶς ποιήσετε καὶ κεχαρισμένως ἑτοίμους γενέσθαι ὡς ἅμα ἡμῖν συνεξορμήσητε, ἐὰν δὲ μὴ ἔχητε πλοῖον, συνεμ βήσητε ἅμα ἡμῖν εἰς τὴν ῥῶμσιν καὶ ἑαυτῶν δʼ ἐπιμελόμενοι ἵνʼ ὑγι αίνητε, ἔρρωσθε. ἔτους ιϛ, Χοιὰχ κη. ἡγεμόσι Πατῆτι καὶ ΠαχράτηιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.