no image
DDbDP-text
Ἡλιόδωρος Πανίσκωι τῶι ἀδελφῶι χαίρειν καὶ ἐρρῶσθαι. Κελευσῖρις ὁ ἐπὶ τῶν συνακολουθούντων ἡμῖνἡμεῖν θαλασσίων σκαφῶν ὑποδέδειχεν ἀπεστράφθαι σε τὰ σύμβολα τῶ σιταρ χιῶν αὐτῶν. ἔδει μὲν οὖν σε τὰ ἐπεσταλ μένα ὑπὸ τοῦ διοικητοῦ μὴ παρῳχηκέναιπαρωκέναι, καὶ τὰ νῦν ὀρθῶς ποιήσεις καὶ εἰς τὴν ἐμὴν τιμὴν προσδεξάμενος καὶ ἐξαρτίσας αὐτὸν ταῖς σιταρχίαις διὰ τὸ διαφέρειν μοι τὸ πρᾶγμα. σεαυτοῦ δʼ ἐπιμέλου, ἵνʼ ὑγιαίνῃς. ἔρρωσο. ἔτους α Θωὺθ κθ καὶ Πτολεμαίωι δὲ τῶι παρὰ σοῦ περὶ τῶν αὐτῶν ἐντέταλμαι παρόντι. Πανίσκωι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.