no image
DDbDP-text
Διονύσιος Πανίσκωι χαίρειν. τοῦ πρὸς Ἡρακλείδην τὸν σιτολόγον χρηματισμοῦ ἀντίγραφον ὑπόκειται. ἔρρωσο ἔτους ιη Ἐπεὶφ Ἡρακλείδηι. τοῦ παρʼ Ἀπολλοφάνου προστάτου καὶ Εὐδήμου γραμματέως τῶν ἀπὸ Μέμφεως ναυκλήρων Ἱπποδρομιτῶν ἀποστόλου ἀντίγραφον ὑπόκειται. κατακολουθήσας οὖν τοῖς διʼ αὐτοῦ σημαινομένοις ἐμβαλοῦ συνεπιστέλλοντος Πανίσκου τοῦ βασιλικοῦ γραμματέως εἰς σκάφην Ζαβδίωνος τοῦ Ἀρτεμιδώρου, ἀγωγῆς χιλίων διακοσίων , γίνονται πυροῦ χίλιαι διακόσιαι καὶ σύμβολα καὶ ἀντισύμβολα ποίησαι πρὸς αὐτὸν ὡς καθήκει. Ἀπολλοφάνης προστάτης καὶ Εὔδημος γραμματεὺς τῶν ἀπὸ Μέμφεως ναυκλήρων Ἱπποδρομιτῶν Διονυσίωι συγγενεῖσυγγενῖ καὶ στρατηγῶιστρατηιγῶι καὶ ἐπὶ τῶν προσόδων χαίρειν καὶ ἐρρῶσθαι. παρέσταμενπαρεστακαμεν εἰς ἃ ἀναδε δέγμεθα τῶι διοικητῆι κατάξειν ἐκ τοῦ αὐτοῦ νομοῦ ἀπὸ τῶν γενημάτων ΠανίσκωιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.