no image
DDbDP-text
Schreiben von Gau - Eirenarchen, die Rückgabe einer irrtümlich abtransportierten Eselin betreffend via HGV-meta
Linked by Trismegistos ID
TM 9475.
Each record below describes this same ancient text from a different angle.
εἰρήναρχοι Ἀρσινοείτου εἰρηνάρχαις ΝειλοπολείτουΝειλουπολείτουΝικιουπολείτου τοῖς φιλτάτοις χαίρειν. ὄνος θήλεια μυόχρους ἀγγαρευθεῖσαἐνγαρευθεῖσα εἰς τὸν ἡμέτερον νομὸν ἐν κώμῃ Φιλαδελφείᾳ συνηλάσθη τισὶντισεὶν καὶ αὐτοῖς ἀγγαρευθεῖσειἐνγαρευθεῖσει τοῦ ὑμῶν νομοῦ. φροντίσατε οὖν, ἀδελφοί, τὸν ἄνθρωπον ἀναζητήσαντες τὴν ὄνον παραδοῦναι τῷ διαπεμφθέντι ὑφʼ ἡμῶν δημοσίῳ καὶ δεσ πότῃ τῆς ὄνου λαβόντες γράμματα παρʼ αὐτῶν τῆς παραλήμψεως. ἐρρῶσθαι ὑμᾶς εὐχόμεθα, φίλτατοι. ἔτους α τῶν κυρίων ἡμῶν Μακριανοῦ καὶ Κυήτου Σεβαστῶν Παῦνι κ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.