no image
DDbDP-text
Darlehnsurkunde, Alexandrien via HGV-meta
Linked by Trismegistos ID
TM 18632.
Each record below describes this same ancient text from a different angle.
Πρωτάρχωι παρὰ Γαίου υτηνου καὶ παρὰ Ζμύρνης τῆς Ἀσκληπιάδου ΠερσίνηςΠερσείνης μετὰ κυρίου τοῦ ἀνδρὸς Ἑλένου τοῦ Καίσαρος Πέρσου τῆς ἐπιγονῆς καὶ αὐτοῦ Ἑλένου. συνχωροῦσισυνχωρει ἡ Ζμύρνα καὶ Ἕλενος ἔχειν παρὰ τοῦ Γαίου δάνειον διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου Πτολεμαικοῦ δραχμὰς ἑκατὸν τόκων διδράχμωνδραχμιαίων τῆς μνᾶς κατὰ μῆνα, ὃ καὶ ἀποδώσειν ἐν μησὶν δυσὶν ἀπὸ Τῦβι τοῦ ἐνεστῶτος ἕκτου καὶ εἰκοστοῦ ἔτους Καίσαρος ἄνευ πάσης ὑπερθέσεως ἢ ἐκτί νειν τὸ μὲν δάνειον σὺν ἡμιολίᾳ, τοὺς δὲ τόκους ἁπλοῦς, τοῦ δὲ ὑπερπεσόντος χρόνου τοὺς ἴσους τῆς πράξεως γινομένης τῶι Γαίωι ἔκ τε τῶν κάτω αὐτῆς Ζμύρνης καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῇ πάντων καθάπερ ἐκἐγ δίκης καὶ μὴ ἐπιφέρειν πίστεις ἢ ἀκύρους εἶναι. ὑποχρέων ὄντων ἀλληλεγγύων εἰς ἔκτισιν καὶ ἐξ ἑνὸς οὗ ἐὰν αὐτῶν αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς στμεσω καθάπερ ἐκἐγ δίκης. ἔτους κϛ Καίσαρος Τῦβι αSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.