no image
DDbDP-text
Ehevertrag via HGV-meta
Linked by Trismegistos ID
TM 18494.
Each record below describes this same ancient text from a different angle.
Πρωτάρχῳ παρὰ Λυκαίνης τῆς Ἀσκληπιάδου με τὰ κυρίου τοῦ πατρὸς Ἀσκληπιάδου τοῦ Λύκου καὶ παρὰ Ἱέρακος τοῦ Ἀπολλωνίου καὶ τῆς τοῦτον ἐνγυωμένης εἰς ἔκτισιν μητρὸς αὐτοῦ Διδύμης τῆς Διονυσίου με τὰ κυρίου αὐτοῦ Ἱέρακος. συνχωροῦσι Λύ καινα καὶ Ἱέραξ συνεληλυθέναι ἀλλήλοις πρὸς βίου κοινωνίαν, ὁ δὲ Ἱέραξ εἰλη φέναι παρὰπαρ ταύτης διʼ ἐνγύου τῆς Διδύ μης φερνὴν διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου Πτολεμαικοῦ δραχμὰς ἑκατὸν ὀγδοή κοντα τέσσαραςτέσσαρες σὺν τιμῇ κλαλίουκλαδίου ἀσήμου δραχμῶν ὀκτώ · ἀπὸ τοῦ νῦν χορηγεῖν αὐτὸν τῇ Λυκαίνῃ τὰ δέον τα πάντα καὶ τὸν ἱματισμὸν ὡς γυναικὶ γαμετῇγαμενῇ κατὰ δύναμιν τῶν ὑπαρ χόντων καὶ μὴ κακουχεῖν αὐτὴν μήδʼ ἐγβάλλειν μηδὲ ὑβρίζειν μηδὲ ἄλλην γυναῖκα ἐπεισάγειν ἢ ἐκτι νειν αὐτόν τε καὶ τὴν Διδύμην παρα χρῆμα τὴν προκειμένην φερνὴν σὺν ἡμιολίᾳ τῆς πράξεως γεινομένης τῇ Λυκαίνῃ ἔκ τε αὐτοῦ Ἱέρακος καὶ ἐκ τῆς ἐνγύου Διδύμης καὶ ἐξ ἑνὸς οὗ ἐὰν αὐτῶν αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόν των αὐτοῖς πάντων καθάπερ ἐκἐγ δί κης, τὴν δε Λύκαιναν μήδʼ ἀφήμερον γείνεσθαι ἀπὸ τῆς οἰκίας ἄνευ τῆς Ἱέρακος γνώμης μηδὲ φθείρειν τὸν οἶκον μήδʼ ἄλλῳ ἀνδρὶ συνεῖναι ἢ καὶ αὐτὴν τούτων τι διαπραξαμένην κριθεῖσαν στέρεσθαικαὶ στέρεσθαιτέρεσθαι τῆς φερνῆς χωρὶςχορὶς τοῦ τὸν παραβαίνονταπαραπαίνοντα ἐνέχεσθαι τῷ ὡρισμένῳ προστίμῳ, περὶ δὲ τ ἐν ἡμέραις χρηματιζούσαις ε ἀφʼ ἧς ἂν ἀλλήλοις προείπωσιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.