no image
DDbDP-text
Ehevertrag, Alexandrien via HGV-meta
Linked by Trismegistos ID
TM 18536.
Each record below describes this same ancient text from a different angle.
Ἀχαίωιι τῶι ἐπὶ τοῦ ἐν τῆι αὐλῆι κριτηρίου πρὸς ἀλλήλους Ἀπολλωνάριον καὶ Τρύφων συνεληλύθασι ἀλλήλοις ὁ δὲ Ἱέραξ καὶ ἡ Ἰσιδώρα ει φερνὴν ἀρ γυρίου δραχμῶν διν σεισθαι τενην παρά τε τοῦ Ἱέρα κος καὶ τῆς Ἰσιδώρας τὴν προκειμένην φερ νὴν vestiges μηδʼ ἄλλην γυναῖκα ἐπεισάγειν μηδέτι εἰς αὐτὴν ἀδίκημα διαπράσσεσθαι διαπράξεσθαι ἐὰν δέ τι τούτων παραβαί νῃ, ἐκτίνειν αὐτὸν παραχρῆμα τὴν προκει μένην φερνὴν σὺν ἡμιολίαι τῆς πράξεως γεινομένης τῆι Ἀπολλωναρίωι ἔκ τε αὐτοῦ Τρύφωνος καὶ ἐκ τῶν ὑπαρχόντων αὐ τοῦ πάντων καθάπερ ἐκἐγ δίκης, τὴν δὲ Ἀπολλωνάριον τηρεῖν τὰ πρὸς τὸν ἄνδρα καὶ τὸν κοινὸν βίον δίκαια καὶ μήτε ἀ πόκοιτον μηδʼ ἀφήμερον γίνεσθαι ἀπὸ τῆς Τρύφωνος οἰκίας ἄνευ τῆς αὐτοῦ γνώ μης μηδὲ φθείρεινφθίρειν μηδὲ καταβλάπτειν τὸν κοινὸν οἶκον μηδʼ ἄλλωι ἀνδρὶ συνεῖ ναι· ἐὰν δέ τι τούτων ἐπιδειχθῇ ποιοῦσα κριθεῖσαν στερέσθαι αὐτὴν τῆς φερνῆς. καὶ ἐν ἡμέραις δὲ χρηματιζούσαις πέντε ἀφʼ ἧς ἐὰν ἀλλήλοις προείπωσι θέσθαιθή σεσθαι καὶ τὴν διʼ ἱεροθυτῶν συγγραφὴν ὡς ἂν ἐπὶ τοῦ καιροῦ κοινῶς κρίνωσι. αὐ τόθεν δὲ προσσυνχωροῦσιν ὅ τε Ἱέραξ καὶ Ἰσιδώρα ἐπιδειν τῆι Ἀπολλωναρίῳ μα ενεισενεσητωι καθόλου εἶναι εξ αρειτιν πρὸς τοὺς ἀδελφοὺς αὐτῆς ἀπὸ τῶν αὐτῇ ὑφʼ Ἱέρακος καὶ Ἰσιδώρας ἀπολει φθησομένων ὑπαρχόντων μετὰ τὴν αὐτῶν Ἱέρακος καὶ Ἰσιδώρας τελευτήν, τὸν δὲ παραβαίνοντα καὶ ἐνέχεσθαι τῷ ὡρισμένῳ προστίμῳ. ἀξιοῦμεν.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.