no image
DDbDP-text
Ehevertrag, Alexandrien via HGV-meta
Linked by Trismegistos ID
TM 18537.
Each record below describes this same ancient text from a different angle.
Πρωτάρχωι τῷ ἐπὶ τοῦ κριτηρίου παρὰ Χου τῆς Ἑρμογένους ἀστῆς μετὰ κυρίου Ἑρμογένους τοῦ Δωρίωνος Ἐπιφανείου καὶ παρὰ Ἡρακλείδου τοῦ Ἡρακλείδου Γαμ περὶ ὧν διεστάμεθα συνχωροῦμεν συνεληλυθέναι ἀλλήλοις πρὸς βίου κοινωνίαν ὁ δὲ Ἡρακλείδης καὶ ἔχεινἔχιν παρὰ τῆς Χρα διὰ χειρὸς ἐξ οἴκου φερνὴν σὺν ἱματίοις καὶ χρυ σωτίοις καὶ ἐπισήμου, τὰ δὲ πάντα εἰς λό γον ἀργυρίου δραχμῶν διακοσίων ε ἀπὸ τοῦ νῦν τὸν Ἡρακλείδην χορηγεῖν τῇ Χῳ τὰ δέοντα πάντα καὶ τὸν ἱματισμὸν ὡς γυναικὶ γαμετῇ κατὰ δύνα μιν τῶν ὑπαρχόντων καὶ μὴ κακουχεῖν μηδὲ ὑβρίζεινὑβρίζιν μηδὲ μηδέ τι ἀδίκημα εἰς αὐτὴν διαπράξεσθαι μη ἢ ἐκτίνειν παραχρῆμα τὴν προ κειμένην φερνὴν σὺν ἡμιολίᾳ τῆς πράξεως γινομένης τῇ Χῳ ἔκ τε αὐτοῦ Ἡρακλίδου καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκ δίκηςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.