no image
DDbDP-text
Urkunde über ein Eranos - Darlehen, Alexandrien via HGV-meta
Linked by Trismegistos ID
TM 18577.
Each record below describes this same ancient text from a different angle.
παρὰ Χαιρήμονος τοῦ Ζωπυρίωνος καὶ παρὰ Ἀρτεμιδώρου τοῦ Παθρέως Πέρσου τῆς ἐπιγονῆς καὶ τῆς τούτου γυναικὸς Ἑρμιόνης τῆς Χαιρήμονος ΠερσίνηςΠερσείνης μετὰ κυρίου αὐτοῦ Ἀρτεμιδώρου. ἐπεὶ παρακληθεὶς ὁ Χαιρήμων ὑπʼ αὐτοῦ Ἀρτεμιδώρου καὶ τῆς Ἑρμιόνης συνανῄρηταισυνανίρηται αὐτοῖς ὀνόματα δύο ωημα παρὰ Ἀρτεμιδώρου τοῦ Ἡρακλείδου ἐρανάρχου εἰς τὸ πληρωθῆναι χαλκοῦ τάλαντα κγ Ααικ Α κατὰ συνχώρησιν τὴν γεγονυῖαν τῇ αὐτῇ ἡμέρᾳ διὰ τοῦ αὐτοῦ κριτηρίου συνχωροῦσιν ὁ μὲν Ἀρτεμίδωρος καὶ ἡ Ἑρμιόνη τὸν μὲν Χαιρήμονα μηδὲν ἁπλῶς ἀπὸ τοῦ προκειμένου κεφαλαίου εἰληφέναι, αὐτοὺς δὲ τῷ παντὶ εἰς τὸ ἴδιον κατακεχρῆσθαι, ὃ καὶ ἀποδώσειν τῷ τοῦ Ἡρακλείδου Ἀρτεμιδώρῳ ἔν τισι ὡρισμέναις καταφοραῖς ἀκολούθως τῇ προ ιεινεμένῃ συνχωρήσει καὶ περιλύσειν αὐτὸν τῆς συνχωρήσεως καὶ ἀπὸ δὲ τοῦ νῦν ἀπερίσπαστον αὐτὸν καὶ ἀνείσπρακτον κατὰ πάντα τρόπον περὶ τούτων παρέξεσθαι, ταῦτα δὲ ποιήσεινποήσιν ἄνευ πάσης ἀντιλογίας, εἰ δὲ μὴ εἶναι αὐτοὺς ἀγωγίμους καὶ συνέχεσθαι μέχρι τοῦ ἐκτῖσαι ὃ ἐὰν ἐνοφειλήσωσιἐνοφιλήσωσι πρὸς τὰ δύο ὀνόματα σὺν ἡμιολίᾳ παραχρῆμα καὶ τοὺς καθήκοντας τόκους καὶ τὰ βλάβη τῆς πράξεως γεινομένης τῷ Χαιρήμονι ἔκ τε ἀμφοτέρων ἀλληλεγγύων ὄντων εἰς ἔκτισιν καὶ ἐξ ἑνὸς καὶ ἐξ ὁποτέρου οὗ ἐὰν αὐτῶν αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων καθάπερ ἐκ δίκης ἀκύρων οὐσῶν ἐὰν ἐπενέγκωσι πίστεων πασῶν σκέπης πάσης0 ε ἔτους ιβ ΚαίσαροςΚαιρ Χοιὰχ ιη διορθωτέονSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.