no image
DDbDP-text
Ehescheidung, Alexandrien via HGV-meta
Linked by Trismegistos ID
TM 18540.
Each record below describes this same ancient text from a different angle.
κόλλημα Πρωτάρχωι παρὰ Ἀπολλωνίας τῆς Σαμβαθί ωνος μετὰ κυρίου τοῦ τῆς μητρὸς ἀδελφοῦ Ἡρακλείδου τοῦ Ἡρακλεί δου καὶ παρὰ Ἑρμογένους τοῦ Ἑρμο γένους Ἀρχηγέτου. συνχωροῦσιν Ἀπολλωνία καὶ Ἑρμογένης κε χωρίσθαι ἀπʼ ἀλλήλων τῆς συσ τάσης αὐτοῖς συνβιώσεως κατὰ συγχώρησιν διὰ τοῦ αὐ τοῦ κριτηρίου τῷ ιγ ἔτει Καίσα ρος Φαρμοῦθι, ἡ δὲ Ἀπολλω νία καὶ ἀπεσχηκέναι παρὰ τοῦ Ἑρμογένους διὰ χειρὸςχιρὸς ἐξ οἴκου ὃ ἔλαβεν παρὰ τῶν γο νέων αὐτῆς Σαμβαθίωνος καὶ ΕἰρήνηςΕἰρήνην ἐπʼ αὐτῇ κατὰ τὴν συνχώρησιν φερνάριον ἀργυρίου δραχμὰς ξ. εἶναι μὲν αὐτόθεν ἄκυρον τὴν τοῦ γάμου συγ χώρησιν, μὴ ἐπελεύσεσ θαι δὲ τὴν Ἀπολλωνίαν μη δʼ ἄλλον ὑπὲρ αὐτῆς ἐπὶ τὸν Ἑρμογένηερμογενην περὶ ἀπαιτήσε ως τοῦ φερναρίου, ἀμφοτέ ρους δὲ ἐπʼ ἀλλήλους μήτε περὶ τῆς συνβιώσεως μη δὲ περὶ ἄλλου μηδενὸς ἁπλῶς τῶν ἕως τῆς ἐνεστώσης ἡμέρας, ἀφʼ ἧς καὶ ἐξεῖναι τῇ μὲν Ἀπολλωνίαι ἄλλῳ ἀν δρὶ καὶ τῷ δὲ Ἑρμογένει ἑτέ ρᾳ γυναικὶ ἀμφοτέροις ἀνυ πευθύνοις οὖσιν ἢ τὸν παραβαί νοντα ἐνέχεσθαι τῷ ὡρισ μένῳ προστίμωι. ἔτους ιζ Καίσαρος Φαμενὼθ ιδ vestigesSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.