no image
DDbDP-text
Darlehen mit Hypothek, Alexandrien via HGV-meta
Linked by Trismegistos ID
TM 18619.
Each record below describes this same ancient text from a different angle.
Πρωτάρχωι παρὰ Ἡρώδου τοῦ Ζηλαείδου Ἀλεξανδρέως καὶ παρὰ Δράκοντος τοῦ Πάειτος Πέρσου τῆς ἐπιγονῆς. συγχωρεῖ ὁ Δράκων ἔχειν παρὰ τοῦ Ἡρώδου ο διὰ χειρὸς ἐξ οἴκου α γ ϛ ου δραχμῶν ἑκατὸν εἴκοσι ἄτοκον, ὃ καὶ ἀποδώσειν ἐν μησὶν ἑπτὰ ἀπὸ Φαμενὼθ τοῦ ἐνεστῶτος ιη ἔτους Καίσαρος, ἐφʼ ᾧ ἀπὸ τοῦ αὐτοῦ μηνὸς Φαμενὼθ ἐν μησὶ δυσὶν ἐπάναγ κες ὁ Δράκων ἀναδώσει τῷ Ἡρώδῃ πρὸς ἀσφάλειαν τοῦ δανείου ἀσφάλειαν εἰς τὸν πατέρα αὐτοῦ Πάειν, ὅσπερ μετήλ λαχεν, κατὰ τῶν εἰς αὐτὸν ἐληλυθυιῶν γῆς σιτοφόρουσειτοφόρου περὶ κώμην Μαχὸρ τοῦ ὑπὲρ Μέμφιν Ἡρακλεοπολίτου ἀρουρῶν γ ἐκ τοῦ Ἱεροξέ νου κλήρου κατὰ μηδὲν ἁπλῶς ὑπερτιθέ μενοςὑποθέ μενοςυπερμενος, ταῦτα δὲ ποιήσεινποήσειν ἀνυπερθέτως. ἐὰν δὲ τῶν δύο μηνῶν διελθόντων μὴ ἀναδῷ ὁ Δράκων τῷ Ἡρώδῃ τὴν ἀσφάλειαν, ἐκτίνειν εἶναι αὐτὸν παραχρῆμα ἀγώγιμον καὶ συνέχεσθαι μέχρι τοῦ ἐκτεῖσαι αὐτὸν παραχρῆμα τὸ δάνειον μὴ ἀναμείνας τα τὸν μεμερισμένον αὐτῷ χρόνον δια ἐπιδεδανεῖσθαι, τοῦ δʼ ὑπερπεσόντος χρόνου τοὺς κατὰ τὸ διάγραμμα τόκους διδράχμου, τῆς πράξεως γεινομένης τῷ Ἡρώδῃ ἔκ τε αὐτοῦ Δράκοντος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκ δίκης, ἔτι δὲ καὶ ἐκ τῶν ἀρουρῶν τριῶν, καθʼ ὧν καὶ μὴ ἐξεῖναι τῷ Δράκοντι μηδὲ ἐπιτελεῖν μήτε καταχρηματίζειν ἢ ἐξαλλοτριοῦσθαι μέχρι τοῦ κομίζεσθαι τὸν Ἡρώδην τὰ ἴδια, ᾧ καὶ ἐξέστω μ καὶ πράσσειν καὶ ἐμβαδεύειν εἰς τὰς τρεῖς ἀρούρας καὶ οἰκονομεῖν περὶ αὐτῶν ὡς ἐὰν βούληται Ἡρώδης Ζηλαδου Δράκων Πάειτος δάνειον δραχμῶν ρκ ἄτοκον μηνῶν ζ ἀπὸ Φαμενὼθ καὶ ἀπέχειν ἀσφάλειαασφάλειαν αὐτῷ περὶ κατὰ τῶν ὑπαρχουσῶν αὐτῷ ἀη ἀρουρῶν γ περὶ κώμην Μαχὸρ ἐκ τοῦ κλήρου Ἱεροξένου κλήρου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.