no image
DDbDP-text
’Homological’ Loan of Iron, at the Office of the Agoranomus via HGV-meta
Linked by Trismegistos ID
TM 19.
Each record below describes this same ancient text from a different angle.
ἔτους ιϛ Φαμενὼθ ἐν Παθύρει ἐφʼ Ἑρμίου τοῦ παρὰ Πανίσκου ἀγορανόμου. ὁμολογεῖ Γαλάτης Πελαίου σιδηρουρ γὸς Πέρσης τῆς ἐπιγονῆς ὀφείλειν Ὥρωι Νεχούτου Ἀρατρέους ΠέρσῃΠερσου σιδήρου μνᾶς Πτολεμαϊκὰς ὡς δισχιλίας ἑξακοσίας τεσσαράκοντα ἄτοκα· τὸ δὲ δάνειον τοῦτο ἀποδότω ὁ δεδανεισμένος τῶι δανείζοντι ἐν μηνὶ Μεσορὴ λ τοῦ αὐτοῦ ιϛ ἔτους· ἐὰν δὲ μὴ ἀποδῶι ἐν τῶι ὡρισμένωι χρόνωι ἢ μὴ ποιήσηι καθὰ γέγραπται ἀποτεισάτω ἐν τῶι ἐχομένωι μηνὶ παραχρῆμα τὰ τοῦ σιδήρου μνᾶς δισχιλίας χμ καὶ ἐπίτιμον ἡμέρας ἑκάστης ἧς ἐὰν μὴ ἀποδῶι τὸν σίδηρον χαλκοῦ δραχμὰς σ τῆς ἡμέρας ἑκάστης· ἡ δὲ πρᾶξιςπρᾶξεις ἔστω Ὥρωι ἔκ τε αὐτοῦ ΓαλάτουΓαλάτης καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων πράσσοντι καθάπερ ἐκἐγ δίκης. Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρημάτικα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.