no image
DDbDP-text
Loan of Money via HGV-meta
Linked by Trismegistos ID
TM 124.
Each record below describes this same ancient text from a different angle.
ἔτους ια τοῦ καὶ η Μεσορὴ ιδ, ἐν Κροκο δίλων πόλει Πανίσκου ἀγορανόμου τῆς ἄνω τοπαρχίας τοῦ Παθυρίτου. ἐδάνεισεν Ἐριενοῦφις Ψεμμίνιος τῶν ἐπανηκόντωνἐπανηκοτων ἐκ τοῦ παραγγέλματος Εὐνόωι Πατσεοῦτος καὶ Πατ σεοῦτι Ὀρσεοῦς τοῖς δυσὶ Πέρσαις τῆς ἐπιγονῆς τῶν ἐκ Παθύρεως, χαλκοῦ νομίσματος τάλαντα πέντε δραχμὰς δισχιλίας ἄτοκα εἰς ἡμέρας τριά κοντα ἀπὸ τοῦ Μεσορὴ τοῦ προκειμένου ἔτους. τὸ δὲ δάνειον τοῦτο ἀποδότωσαν οἱ δεδανεισμένοι Ἐριενούφει ἐνἐμ μηνὶ Θωὺθ ε τοῦ ιβ τοῦ καὶ θ ἔτους. ἐὰν δὲ μὴ ἀποδῶσι ἐν τῶι ὡρισμένωι χρόνωι καθότι προγέγραπται ἀποτεισάτωσαν ἐν τῆι ἐχομένηι ἡμέραι παρα χρῆμα τὰ τοῦ χαλκοῦ τάλαντα ε Β ἡμιόλιον καὶ τοῦ ὑπερπεσόντος χρόνου τόκους διδράχμους τῆς μνᾶς τὸν μῆνα ἕκαστον. ἔγγυοι ἀλλήλων εἰς ἔκτεισιν τῶν διὰ τοῦ δανείου τούτου πάντων αὐτοὶ οἱ δεδανεισμένοι, ἡ δὲ πρᾶξις ἔστω Ἐριενούφει ἔκ τε αὐτῶν καὶ ἐξ ἑνὸς καὶ ὁποτέρου οὗ ἂν βούληται καὶ ἐκ τῶν τούτοις ὑπαρχόντων πάντων καθάπερ ἐκ δίκης.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.