no image
DDbDP-text
Darlehnsquittung via HGV-meta
Linked by Trismegistos ID
TM 82.
Each record below describes this same ancient text from a different angle.
ἔτους ι Χοίακ κϛ ἐν Κροκοδίλων πόλει ἐπὶ Πανίσκου ἀγορανόμου τῆς ἄνω το παρχίας τοῦ Παθυρίτου. κατέβαλεν Πανεβχοῦνις Τοτοέους καὶ Πετε αρσεμθεὺς ὁ τούτου υἱὸς τῶν ἐκ Παθύρεως Χαιρήμονι Πανίσκου τῶι καὶ Ἐριενούφει Ψεμμίνιος Πέρσηι τῶν μισθοφόρων ἱππέων χαλκοῦ δραχμὰς τετρακισχιλίας πεντακοσίας τὰς ἐπιβληθείσας αὐτοῖς ἀπὸ συγγραφῆς δανείου, ἧς ἔθετο Πατοῦς Ὥρου ὁ τῆς τοῦ προγεγραμμένου Πανεβχούνιος μητρὸς πατρὴ Νεάνδρῳ Νεάνδρου τῶι τῆς Χαιρήμονος μητρὸς πατρὶ διὰ τοῦ ἐν τῆι Κροκοδίλων πόλει ἀρχείου τοῦ λγ ἔτους Χοίακ α ἐπὶ Πτολεμαίου ἀγορανόμου, ὁμοίως δὲ καὶ ἀπὸ τοῦ ἐπιβάλ λοντος μέρους Σεννήσει τῆι τοῦ Πατοῦτος θυγατρὶ τοῦ δηλουμένου δανείου ὅ ἐστιν χαλκοῦ δραχμὰς τρισχιλίαςτρισχιλις ἑξακο σίας , τὸ δὲ πᾶν χαλκοῦ τάλαντον ἓν δραχμὰς δισχιλίας ἑκατὸν καὶ παρὼν ἐπὶ τοῦ ἀρχείου ὁ Χαιρήμων ἀνωμολογήσατο ἀπέχειν τὸ τοῦ χαλκοῦ τάλαντον α δραχμὰς Βρ καὶ μηδὲν ἐγκαλεῖν αὐτοῖς περὶ τῆς τοῦ δανείου δηλουμένης συγγραφῆς παρευρέσει ᾑτινιοῦνἡιτινιοῦν. Πανίσκος κεχρημάτικα. ἔτους ι Χοίακ κϛ. ἔτους ι Χοίακ κϛ. κατέβαλεν Πανεβχοῦνις καὶκαὶ Πετεαρσεμθεὺς ὁ υἱὸς Χαιρήμονι χαλκοῦ τάλαντον α δραχμὰς Βρ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.