no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 71.
Each record below describes this same ancient text from a different angle.
ἔτους ιε τοῦ καὶ ιβ Ἁθὺρ κδ ἐν Παθύρει ἐφʼ Ἑρμίου τοῦ παρὰ Πανίσκου ἀγορανόμου. ἐδάνεισεν Πετεαρσεμθεὺς Νεχούτου Πέρσης Πετεαρσεμθεῖ καὶ ΠετεσούχωιΠετεσουχος τοῖςτων Πανοβχούνιος τοῦ Τοτοηοῦς τοῖς δυσὶν ΠέρσαιςΠερσαι τῆς ἐπιγονῆς χαλκοῦ νομίσμα τος δραχμὰς πεντακισχιλίας ἑκατὸν ἄτοκα. τὸ δὲ δάνειον τοῦτο ἀποδότωσαν οἱ δεδανεισμένοι Πετεαρσεμθεῖ ἐν μηνὶ Φαρμοῦθι τοῦ ιε τοῦ καὶ ιβ ἔτους. ἐὰν δὲ μὴ ἀποδῶσιν ἐν τῷ ὡρισμένωι χρόνωι ἢ μὴ ποιῶσιν καθʼ ἃ γέγραπται, ἀποτεισά τωσαν ἐν τῷ ἐχομένῳ μηνὶ παραχρῆ μα τὰςτα δραχμὰς τοῦ χαλκοῦ Ερ ἡμιόλιον καὶ τοῦ ὑπερπεσόντος χρόνου τόκους β δραχμὰς τῆς μνᾶς τὸν μῆνα ἕκαστον. τοῦτο δʼ ἐστὶν τὸ δάνειον ὃ ἠγγύησενἐγγυγυησας ὭροςὩρωι τοῦ Παοῦτος πρὸς Πακοῖβιν Πετεαρσεμθέως ἀπὸ χαλκοῦ ταλάντου α δραχμῶν Εσ. ἔγγυοι ἀλλήλων εἰς ἔκτισιν τῶν διὰ τοῦ δανείου τούτου πάν των αὐτοὶ οἱ δεδανεισμένοι. ἡ δὲ πρᾶξιςπρᾶξεις ἔσ τω Πετεαρσεμθεῖ ἐκ τῶν δεδανεισμένων καὶ ἐξ ἑνὸς καὶ ὁποτέρου αὐτῶν καὶ ἐξ οὗ ἂν αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων, πράσσοντι καθάπερ ἐκἐγ δίκης. Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρημάτικα. δάνειον Πετεαρσεμθέως πρὸς Πετεαρσεμθεία καὶ Πετεσοῦχον τοὺςτων Πανοβχούνιος χαλκοῦ δραχμῶν Ερ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.