no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 73.
Each record below describes this same ancient text from a different angle.
ἔτους ιϛ τοῦ καὶ ιγ Ἁθὺρ ιβ ἐν Παθύρει ἐφʼ Ἑρμίου τοῦ παρὰ Πανίσκου ἀγορανόμου. ἐδάνεισεν Παῆρις Πασήμιος Πετεαρσεμθεῖ καὶ Πετεσούχῳ καὶ ΦαγώνειΦαγωνίς καὶ ΨεννήσειΨεννησις, τοῖς δ τοῦτων Πανοβχούνιος τοῦ ΤοτοηοῦςΤοηοῦς ΠέρσαιςΠέρσουΠέρσου τῆς ἐπιγονῆς, πυροῦ ἀρτάβας δέκα , κριθῆς ἀρτάβας δέκα τρεῖς ἄτοκα. τὸ δὲ δάνειον τοῦτο ἀποδότω σαν οἱ δεδανεισμένοι Παήρι ἐν μηνὶ Παχὼν λ τοῦ αὐτοῦ ἔτους νέον καθαρὸν καὶ ἄδολον ἀπὸ παντός, καὶ ἀποκαθεσ ταμένον εἰς οἶκον πρὸς αὐτὸν ἐν Κροκοδίλων πόλει τοῖς ἰδίοις ἀνηλώμασι μέτρῳ ᾧ καὶ παρ είληφαν. ἐὰν δὲ μὴ ἀποδῶ σιν ἐν τῷ ὡρισμένωι χρόνῳ ἢ μὴ ποιῶσιν καθʼ ἃ γέγραπται, ἀποτει σάτωσαν ἐν τῷ ἐχομένωι μηνὶ παραχρῆμα τὰς τοῦ πυροῦ ἀρτάβας ι, κριθῆς ἀρτάβας ιγ ἡμιόλιον, ἢ τὴν ἐσομένην ἐν τῇ αὐτῇ ἀγορᾷ τι μήν. ἡ δὲ πρᾶξιςπρᾶξεις ἔστω Παήρι ἐκ τῶν δεδανεισμένων καὶ ἐξ ἑνὸς καὶ ὁποτέρου αὐτῶν καὶ οὗ ἂν βού ληται καὶ ἐκ τῶν ὑπαρχόν των αὐτοῖς πάντων, πράσ σοντι καθάπερ ἐκἐγ δίκης. Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρημάτικα. δάνειον ΠαήριοςΠαήρει πρὸς Πετεαρσεμθέα καὶ τοὺς ἀδελφοὺς πυροῦ ἀρταβῶν ι κριθῆς ἀρταβῶν ιγ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.