no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 68.
Each record below describes this same ancient text from a different angle.
ἔτους ιβ τοῦ καὶ ἐνάτου Τῦβι ιϛ ἐν Κροκοδίλων πόλει ἐπὶ Πανίσκου ἀγορανόμου τῆς ἄνω τοπαρχίας τοῦ Παθυρίτου. ἐδάνεισεν Πετεαρσεμθεὺς Πανεβχούνιος τῶν ἐκ Παθύρεως Ψεμμενχῆι Νεχούθου τοῦ Πβούκιος Πέρσηι τῆς ἐπιγονῆς τῶν ἐκ τῆς αὐτῆς Παθύρεως οἴνου κεράμια ἓξ ἄτοκα. τὸ δὲ δάνειον τοῦτο ἀποδότω Ψεμμεν χῆς Πετεαρσεμθεῖ ἐνἐμ μηνὶ Μεσορὴ τοῦ προκειμένου ἔτους παρὰ ληνὸνπαραχρῆμα οἴνου γλεύκους μέτρωι τετραχόωι, καὶ παρε χέσθω μόνιμον καὶ ἀρεστὸν ἕως Ἁθὺρ λα τοῦ ιγ τοῦ καὶ δεκάτου ἔτους. ἐὰν δὲ μὴ ἀποδῷ ἢ μὴ ποιῆι ἐν τῶι ὡρισμένωι χρόνωι καθότι προγέγραπται, ἀποτεισάτω ἐν τῶι ἐχομένωι μηνὶ παραχρῆμα ἀντὶ τῶν προκειμένων τοῦ οἴνου κεραμίων ϛ οἴνου κεράμια ἔννεα . ἡ δὲ πρᾶξις ἔστω Πετεαρσεμθεῖ ἐκ τοῦ δεδανεισ μένου Ψεμμενχεοῦς καὶ ἐκ τῶν τούτωι ὑπαρχόντων πάντων, πράσσοντι καθάπερ ἐκἐγ δίκης. Πάνισκος κεχρημάτικα. ἐδάνεισεν Πετεαρσεμθεὺς Ψενμενχῆι οἴνου κεράμια ϛSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.