p.grenf.2.24
ἔτους ιβ τοῦ καὶ ἐνάτου Τῦβι ιϛ ἐν Κροκοδίλων πόλει ἐπὶ Πανίσκου ἀγορανόμου τῆς ἄνω τοπαρχίας τοῦ Παθυρίτου. ἐδάνεισεν Πετεαρσεμθεὺς Πανεβχούνιος τῶν ἐκ Παθύρεως Ψεμμενχῆι Νεχούθου τοῦ Πβούκιος Πέρσηι τῆς ἐπιγονῆς τῶν ἐκ τῆς αὐτῆς Παθύρεως οἴνου κεράμια ἓξ ἄτοκα. τὸ δὲ δάνειον το…