no image
DDbDP-text
Rückzahlung eines Darlehns, Alexandrien via HGV-meta
Linked by Trismegistos ID
TM 18615.
Each record below describes this same ancient text from a different angle.
Πρωτάρχωι παρὰ Ἡρακλείδου τοῦ Ἡρακλείδου καὶ τῆς τού του γυναικὸς Θερμούθιος τῆς Παγκράτους μετὰ κυρίου αὐτοῦ τοῦ ἀνδρὸς καὶ παρὰ Σπιν θῆρος τοῦ Φιλάμμονος Ἀλεξανδρέως. πε ρὶ τῶν διεσταμένων συνχωρεῖ ὁ Σπιν θὴρ ἀπέχεινἀπέχιν παρά τε τοῦ Ἡρακλείδου καὶ Θερμούθιος διὰ χειρὸς ἐξ οἴκου ἃς ἐδάνεισενἐδάνισεν αὐτοῖς κατὰ συνχώρησιν τὴν διὰ τοῦ αὐτοῦ κριτηρίου τελειω θεῖσαν τῶι ἑνδεκάτωι ἔτειἔτι Καίσαρος Τῦβι ἀργυρίου δραχμὰς σ καὶ τοὺς τούτων τόκο υς, πεπληρῶσθαι δὲ ὁ αὐτὸς Σπινθὴρ ὑ πὸ τοῦ αὐτοῦ Ἡρακλείδου καὶ Θερ μούθιος ὧι ἀνείληφενἀνείληφανἀνίληφαν κατὰ συν γραφὴν ἐράνωι καὶ τόκοις διὰ χειρὸς ἐξ οἴκου, καὶ μηδεμίαν τῷ Σπινθῆρι μηδʼ ἄλλωι ὑπὲρ αὐτοῦ καταλείπεσ θαι ἔφοδον ἐπὶ τὸν Ἡρακλείδην καὶ Θερμοῦθιν μήτε περὶ τοῦ αὐτοῦ ἐ ράνου ἢ τόκων ἢ ἑτέρου ὀφειλήμα τος ἢ ἀπαιτήματος ἢ ἄλλου τινὸς ἁπλῶς ἐνγράπτου ἢ ἀγράφου πράγ ματος τὸ καθόλου τῶν ἐκ τῶν ἐπάνω χρόνων μέχρι τῆς ἐνεσ τώσης ἡμέρας παρευρέσει μη δεμιᾷ, εἶναι δʼ αὐτόθεν ἄκυρον τὴν προκειμένην τοῦ δανεί ου συνχώρησιν σὺν τῇ κατʼ αὐ τὴν σημανθείσῃσημανθίσῃ ἐρανικῇ συνγραφῇ καὶ ἑτέρᾳ δανειστικῇ συνχωρήσει, διʼ ἧς καὶ ὀνομάζεται ὁ τοῦ Ἡρακλείδου καὶ τῆς Θερμούθιος υἱὸς Ἡρακλείδης, καὶ παρὰ ταῦτα μηδ ἐπιτελεῖσθαι ἢ χωρὶς τοῦ κύρια εἶναι τὰ συνκεχωρημένα ἔτι καὶ ἐνέχεσθαι αὐτὸν παραβαίνοντα τοῖς τε βλά βεσι καὶ τῷ ὡρισμένῳ προστί μωι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.