no image
DDbDP-text
Vertrag über Sicherung von Bürgen, Alexandrien via HGV-meta
Linked by Trismegistos ID
TM 18588.
Each record below describes this same ancient text from a different angle.
Πρωτάρχωι παρὰ Τρύφωνος τοῦ Τρύφωνος καὶ παρὰ Πομπηίου τοῦ Πομπηίου καὶ Πτολεμαίου τοῦ Φιλοκλέους ἀμφοτέρων Περσῶν τῆς ἐπιγονῆς. ἐπεὶ οἱ τρεῖς δεδανείσμεθα παρὰ αρου τοῦ τοῦ καὶτοῦ Παμφίλου κατὰ μνημονικὴν συγγραφὴν ἐν τῶι ἐνεσ τῶτι ἑπτακαιδεκάτωι ἔτει Καίσαρος Φαμενὼθ ἀργυρίου Πτολεμαικοῦ καὶ κατὰ διαγραφὴν διὰ τῆς Κάστορος κολλυβιστικῆς τραπέζης δραχμὰς ἑξακοσίας ἐντόκους, ἀπὸ δὲ τούτων κατακέχρηνται ὁ μὲν Πομπήιος ἀργυρίου δραχμαῖς πεντακοσίαις εἴκοσι ὁ δὲ Πτολεμαῖος ταῖς λοιπαῖς δραχμαῖς ὀγδοήκοντα συνχωροῦμεν ἐπὶ τοῖσδε ἀποδοῦναι ἕκαστον τὸ ἐν ἑαυτῷἑατῷ κεφάλαιον τι τῶι σὺν τοῖς τόκοις ἐν τῶι κατὰ τὴν συγγραφὴν σημαινομένῳ χρόνωι καὶ παρέξεσθαι ἀμφότεροι μὲν τὸν Τρύφωνα μη δὲν πρασσόμενον τοῦ δανείου χάριν, ἑκάτερος δὲ τὸν ἕτερον οὗ κατακέχρηται κεφαλαίου, καὶ ἐκτείσειν ὃ ἐὰν πρα χθῇ ἢ πράσσηται ὁ ἕτερος χάριν τούτων καὶ τόκους καὶ τὰ βλάβη καὶ δαπανήματα τῆς πράξεως γεινομένης ἐκ τοῦ πα ρασυγγραφοῦντοςγραρασυγγραφουντος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκἐγ δίκης ἀκύρων οὐσῶν καὶ ὧν ἐὰν ἐπενέγκῃ πίστεων πασῶν σκέπης πάσης. ἔτους ιζ Καίσαρος Φαρμοῦθι εSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.