no image
DDbDP-text
Darlehn mit Pfand, Alexandrien via HGV-meta
Linked by Trismegistos ID
TM 18593.
Each record below describes this same ancient text from a different angle.
Πρωτάρχωι τῶι ἐπὶ τοῦ κριτηρίου παρὰ Διονυσίου τοῦ Διονυσίου καὶ παρὰ Εἰρήνης τῆς Πατρόκλου ΠερσίνηςΠερσείνης μετὰ κυρίου τοῦ ἀδελ φοῦ τοῦ Πατρόκλου τοῦ Ἀμμωνίου. περὶ τῶν διεσταμένων συνχωρεῖ ἡ Εἰρήνη ἔχειν παρὰ τοῦ Διονυσίου δάνειον διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου Πτολεμαικοῦ δραχμὰς ἑξακοσίας τόκων ἐννεοβόλωνἐνεωβόλων τῆς μνᾶς ἑκάστης τοῦ μη νὸς ἑκάστουτριωβόλων τῆς μνᾶς κατὰ τὸν μῆνα ἕκαστον, ὃ καὶ ἀποδώσεινἀποδώσιν ἐν μησὶν ἓξ ἀπὸ Μεχεὶρ τοῦ ἐνεστῶτος ἑπτακαιδε κάτου ἔτους Καίσαρος διδοῦσα τὸν μὲν τό κον κατὰ μῆνα εὐτάκτως τὸ δὲ κε φάλαιον ἐν τῶι ἐσχάτωι μηνὶ ἄνευ πάσης ὑπερθέσεως, ἢ εἶναι αὐτὴν παραχρῆμα ἀγωγίμην καὶ συνέχεσ θαι μέχρι τοῦ ἐκτεῖσαι τὸ μὲν δάνειον σὺν ἡμιολίᾳ, τοὺς δὲ τόκους ἁπλοῦς, τοῦ δὲ ὑπερπεσόντος χρόνου τοὺς κα τὰ τὸ διάγραμμα τόκους διδράχμους, τῆς πράξεως γινομένης τῶι Διονυσίωι ἔκ τε αὐτῆς Εἰρήνης καὶ ἐκ τῶν ὑπαρχόν των αὐτῇ πάντων καθάπερ ἐκἐγ δίκης, ἔτι δὲ καὶ ἐκ τῆς ὑπαρχούσης τῇ Ἰρήνῃ δούλης Ἐρωτίου, καθʼ ἧσπερ καὶ ἀναδέδωκεν αὐτῶι Διονυσίωι ἐν ὑπαλλάγματι ἣν ἔχει νειαςμερασ ἀπογραφὴν καὶ μέ χρι τοῦ διευλυτῆσαι παρέξεσθαι αὐτὴν ἀνεξαλλοτρίωτον καὶ ἀκαταχρημάτιστον, ἐὰν δὲ συμβῇ διαδρᾶναι αὐτὴν ἢ καὶ παθεῖν τι ἀνθρώπινον, καὶ οὕτως εἶναι τὸ δάνειον καὶ τοὺς τόκους ἀκίνδυνον παντὸς κιν δύνου ἀκύρων οὐσῶν καὶ ὧν ἐὰν ἐπενέγκῃἐπενένκῃ πίστεων πασῶν σκέπης πάσης καὶ απροκSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.