no image
DDbDP-text
Darlehnsurkunde, Alexandrien via HGV-meta
Linked by Trismegistos ID
TM 18629.
Each record below describes this same ancient text from a different angle.
Πρωτάρχωι παρὰ Πρίνκιπος τοῦ καὶ παρὰ Διονυσίου τοῦ Πέρσου τῆς ἐπιγονῆς καὶ τῆς τούτου γυναικὸς Διονυσίας τῆς νίου μετὰ κυρίου αὐτοῦ τοῦ ἀνδρός. συνχωροῦσιν Διονύ σιος καὶ Διονυσία ἔχειν παρὰ τοῦ Πρίνκιπος δάνειον διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου Πτολεμαικοῦ δραχμὰς ἑβδομή κοντα ἄτοκον, ὃ καὶ ἀποδώσειν ἐν μησὶν πέντε ἀπὸ Ἁθὺρ τοῦ ἐνεστῶτος δευτέρου καὶ εἰκοστοῦ ἔτους Καίσαρος ἄνευ πάσης ὑπερθέσεως, ἢ εἶναι αὐτοὺς παρα χρῆμα ἀγωγίμους καὶ συνέχεσθαι μέχρι τοῦ ἐκτεῖσαιἐκτῖσαι τὸ μὲν δάνειον σὺν ἡμιολίᾳ, τοῦ δὲ ὑπερπεσόντος χρόνου τοὺς κατὰ τὸ διάγραμμα τόκους διδράχμου τῆς πρά ξεως οὔσης τῶι Πρίνκιπι ἔκ τε τῶν δύο ὄντων ἀλληλεγγύων εἰς ἔκτισινἔκτεισιν καὶ ἐξ ἑνὸς καὶ ὁποτέρου οὗ ἐὰν αὐτῶν αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων καθάπερ ἐκἐγ δίκης καὶ μὴ ἐπιφέρειν πίστεις ἢ ἀκύρους εἶναι. ἀξιοῦμεν. εὐτύχει. ημων ἡμῶν τῶν δύο vestiges?Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.