no image
DDbDP-text
Darlehen mit Bürgschaft, Alexandrien via HGV-meta
Linked by Trismegistos ID
TM 18589.
Each record below describes this same ancient text from a different angle.
Πρωτάρχωι τῶι ἐπὶ τοῦ κριτηρίου παρὰ Ἀχιλλέως τοῦ Θέωνος Ἀλθαιέως καὶ παρὰ Λύκας τῆς Ζωίλου ΠερσίνηςΠερσείνης μετὰ κυρίου τοῦ ἀνδρὸς Διονυσίου τοῦ Πτολε μαίου Πέρσου τῆς ἐπιγονῆς καὶ αὐτοῦ Διονυσίου. συνχωροῦ σιν Λύκα καὶ Διονύσιος ἔχειν παρὰ τοῦ Ἀχιλλέως δάνειον διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου Πτολεμαικοῦ δραχμὰς τριακοσίας δέκα ἐφʼ οὗ δώσειν τόκον ὀβολοὺς ὀκτὼὀκτὼι τῆς μνᾶς ἑκάστης κατὰ μῆνα ἀπὸ Ἁθὺρ τοῦ ἐνεστῶτος ἕκτου καὶ εἰκοστοῦ ἔτους Καίσαρος, τὸ δὲ κεφάλαιον ἀποδώσειν ἐν μησὶν τρισὶν ἀπὸ τοῦ αὐτοῦ μηνὸς ἄνευ πάσης ὑπερθέσεως ἢ εἶναι αὐτοὺς παραχρῆμα ἀγωγί μους ἢ τὸν ἐσόμενον αὐτῶν ἐμφανῆ καὶ συνέχεσθαι μέχρι τοῦ ἐκτεῖσαιἐκτῖσαι τὸ μὲν δάνειον σὺν ἡμιολίᾳ, τοὺς δὲ τόκους ἁπλοῦς, τοῦ δὲ ὑπερπεσόντος χρόνου τοὺς κατὰ τὸ διάγραμμα διδράχμους γεινομένης τῆς πράξεως τῷ Ἀχιλλεῖ ἔκ τε τῶν ὑποχρέ ων ὄντων ἀλληλεγγύωνἀλληλενγύων εἰς ἔκτισινἔκτεισιν καὶ ἐξ ἑνὸς οὗ ἐὰν αὐτῶν αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων καθάπερ ἐκἐγ δίκης ἀκύρων οὐσῶν καὶ ὧν ἐὰν ἐπενέγκωσι πίστεων πασῶν σκέπης πάσης. ἀξιοῦμεν. Ἀχιλλεὺς συνχωρῶ κατὰ τὰ προγεγραμ μένα. Λύκα καὶ Διονύσιος συνχωρῶ κατὰ τὰ προγεγραμμένα, Διονύσιο ς ἐπιγέγραμμαι τῆς μη αιας κύριος καὶ γέγραφα περὶ αὐτῆς γράμματα μὴ εἰδυίαςἰδύης.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.