no image
DDbDP-text
Vertrag über ein Darlehn via HGV-meta
Linked by Trismegistos ID
TM 18498.
Each record below describes this same ancient text from a different angle.
Πρωτάρχωι τῶι ἐπὶ τοῦ κριτηρίου παρὰ Ἀπολλωνίου τοῦ Ἡρακλείδου καὶ παρὰ Ἀμ μωνίου τοῦ Ἀνουβίωνος Πέρσου τῆς ἐπιγονῆς. συν χωρεῖ ὁ Ἀμμώνιος ἔχειν παρὰ τοῦ Ἀπολλωνίου δάνειον διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου Πτολεμαικοῦ δραχμὰς ἑξήκοντα τέσσαραςτέσσαρες ἄτοκον, ὃ καὶ ἀποδώσειν ἐν μησὶν τρισὶν ἀπὸ μηνὸς Φαρμοῦθι τοῦ ἐνεστῶτος ἑπτακαιδεκάτου ἔτους Καίσαρος ἄνευ πάσης ὑπερθέσεως ἢ εἶναι αὐτὸν παραχρῆμα ἀγώγιμονἀπότιμον καὶ συνέχεσθαι μέ χρι τοῦ ἐκτεῖσαι τὸ κεφάλαιον σὺν ἡμιολίᾳ, τοῦ δὲ ὑπερπεσόντος χρόνου τοὺς κατὰ τὸ διάγραμμα τόκους διδράχμους τῆς πράξεως γεινομένης τῷ Ἀπολλωνίῳ ἔκ τε αὐτοῦ Ἀμμωνίου καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκἐγ δίκης ἀκύρων οὐσῶν καὶ ὧν ἐὰν ἐπενέγκῃ πίστεωνκαὶ ὧν ἐὰν πίστεων πασῶν σκέπης πάσης. τοῦτο δʼ ἐστὶν τὸ δάνειον ἐκτὸς ἑτέρων ὧν ὀφείλει ὁ αὐτὸς Ἀμμώνιος σὺν τῇ μη τρὶ αὐτοῦ τῷ Ἀπολλωνίῳ καθʼ ἑτέραν συνχώρησιν δραχμῶν ἑκατόν .Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.