no image
DDbDP-text
Linked by Trismegistos ID
TM 18495.
Each record below describes this same ancient text from a different angle.
κόλλημακολλάσθω Πρωτάρχωι παρὰ Θερμίου τῆς Ἀπίωνος μετὰ κυρίου τοῦ Ἀπολλωνίου τοῦ Χαιρέου καὶ παρὰ Ἀπολ λωνίου τοῦ Πτολεμαίου. συνχωροῦσιν Θέρμιον καὶ Ἀπολλώνιος Πτολεμαίου συνεληλυ θέναι ἀλλήλοις πρὸς βίου κοινωνίαν, ὁ δὲ αὐ τὸς Ἀπολλώνιος Πτολεμαίου εἰληφέ ναι παρὰ τῆς Θερμίου διὰ χειρὸςχιρὸς ἐξ οἴ κου φερνάριον ἐνωτίων χρυσῶν ζεῦ γος τετάρτων τριῶν καὶ ἀργυρίου δραχμῶν ἀπὸ τοῦ νῦν τὸν Ἀπολλώνιον Πτολεμαίου χορηγεῖν τῇ Θερμίῳ τὰ δέοντα πάντα καὶ τὸν ἱματισμὸν ὡς γυναικὶ γαμετῇ κατὰ δύναμιν τῶν ὑπαρχόντων καὶ μὴ κακουχεῖνκακουχῖν αὐτὴν μηδὲ ἐγβάλλειν μηδὲ ὑβρίζεινὑβρίζιν μήδʼ ἄλλην γυναῖκαγυναῖκαν ἐπεισάγεινἐπισάγειν ἢ ἐκτίνειν παραχρῆμα τὸ φερνάριον σὺν ἡμιολίᾳ τῆς πράξεως γινομένης τῇ Θερμίῳ ἔκ τε αὐτοῦ Ἀπολλωνίου τοῦ Πτολεμαίου καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάν των καθάπερ ἐκἐγ δίκης, καὶ τὴν δὲ Θέρ μιον συντηρεῖνσυντιλῖντιλιν τὰ πρὸς τὸν ἄνδρα καὶ τὸν κοινὸν βίον δίκαια καὶ μήτε ἀ πόκοιτον μήτε ἀφήμερον γίνεσθαι ἀπὸ τῆς οἰκίας ἄνευ τῆς Ἀπολλωνί ου τοῦ Πτολεμαίου γνώμης μηδὲ φθείρεινφθίρειν μηδὲ καταβλάπτειν τὸν κοινὸν οἶκον μήδʼ ἄλλῳ ἀνδρὶ συνεῖναι ἢ καὶ αὐτὴν τούτων τι διαπραξαμένην κριθεῖσανκριθῖσαν στέρεσθαι τοῦ φερναρίου χωρὶς τοῦ τὸν παραβαίνοντα ἐνέχεσθαι καὶ τῷ ὡρισμένῳ προστίμωι. ἔτους ιζ Καίσαρος Φαρμοῦθι κSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.