no image
DDbDP-text
Gelddarlehen via HGV-meta
Linked by Trismegistos ID
TM 2704.
Each record below describes this same ancient text from a different angle.
Βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Βερενίκης Θεῶν Εὐεργετῶν ἔτους δεκάτου ἐφʼ ἱερέως Πυθαγγέ λου τοῦ Φιλοκλείτου Ἀλεξάνδρου καὶ Θεῶν Σωτήρων καὶ Θεῶν Ἀδελφῶν καὶ Θεῶν Εὐεργετῶν καὶ Θεῶν Φιλοπα τόρων κανηφόρου Ἀρσινόης Φιλαδέλφου Ἀγαθοκλέας τῆς Διογνήτου μηνὸς Γορπιαίου ἐν Θώλ θει τοῦ Ὀξυρυγχίτου νομοῦ· ἐδάνεισεν Πτολεμαῖος ακρίτου Μακεδὼν τῆς ἐπιγονῆς Διοτίμωι Ποσειδωνίου Λυσιμαχείωι τῶν οὔπω ἐπηγμένων ἀτόκων χαλκοῦ νομίσματος ὀ φθαλμοφανοῦς ἐναντίον τῶν ἐγγεγραμμένων μαρτύρων δραχμὰς ἀποδότω δὲ Διότιμος Πτολεμαίωι τὰς δραχμὰς τὸ δάνειον ἐνἐμ μηνὶ Γορπιαίωι τοῦ δεκάτου ἔτους· ἐὰν δὲ μὴ ἀποδῶι κατὰ τὰ γεγραμμένα ἀποτεισάτω Διότιμος Πτολεμαίωι τὰς δραχμὰς καὶ ἡ πρᾶξις ἔστω Πτο λεμαίωι παρὰ Διοτίμου πράσσοντι κατὰ τὸ διαγραμμα· ἡ δὲ συγγραφὴ ἥδε κυρία ἔστω οὗ ἂν ἐπιφέρηται· μάρτυρες·Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.