no image
DDbDP-text
Darlehn via HGV-meta
Linked by Trismegistos ID
TM 2670.
Each record below describes this same ancient text from a different angle.
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Βερενίκης θεῶν Εὐεργετῶν ἔτει πέμπτωι ἐφʼ ἱερέως τοῦ δεῖνα τοῦ α Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν κανηφόρου Ἀρσινόης Φιλαδέλφου Φιλίννης τῆς μηνὸς Δύστρου εἰκάδι ἐνἐγ κώμηι Τακόναι τοῦ Ὀξυρυγχίτου νο μοῦ ἐδάνεισεν Ἀμύντας Μενεδήμου Κυρηναῖος τῆς ἐπιγο νῆς Μενεδήμωι Θεοκρίτου Κυρηναίωι τῆς ἐπιγονῆς ἀργυρίου ὀφθαλμοφανοῦς δραχμὰς πεντεκοσίας ἅμα τῆι συγγραφῆι ταύτηι σφραγιζομένηι· τὸ δὲ δάνειον τοῦτο ἀποδότω Μενέδημος Ἀμύνται ἐνἐμ μηνὶ Περιτίωι τῶι ἐν τῶι πέμπτωι ἔτει. ἐὰν δὲ μὴ ἀποδῶι κατὰ τὰ γεγραμμένα ἀποτεισάτω Μενέδημος Ἀμύνται ἢ τοῖς παρὰ Ἀμύντου τὸ δά νειον τοῦτο ἡμιόλιον καὶ τόκον τοῦ ὑπερπεσόντος χρόνου ἐκ δύο δραχμῶν τῆι μνᾶι τὸν μῆνα ἕκαστον, καὶ ἡ πρᾶξις ἔστω Ἀμύνται ἢ τοῖς παρὰ Ἀμύντου κατὰ τὸ διάγραμμα. ἡ δὲ συν γραφὴ ἥδε κυρία ἔστω οὗ ἂν ἐπιφέρηται. μάρτυρες· Πτολεμαῖος Μακεδὼν τριακοντάρουρος τῶν κεκληρουχημένων ἐν τῶι Ἡρα κλεοπολίτηι τῶν οὔπω ὑφʼ ἡγεμόνα Δημέας Νικοδήμου Νάξιος Φίλων Πτολεμαίου Μυσὸς Πολεμοκράτης Φιλοξένου Κυρηναῖος Ἀρχέλαος Καλλιξένου Χαλκιδεὺς Σείραμβος Φρυνίχου Βοιωτὸς οἱ πέντε τῆς ἐπιγονῆς. συγγραφοφύλαξ ΣήραμβοςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.