no image
DDbDP-text
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου Σωτῆρος ἔτους ἐνάτου καὶ εἰκοστοῦ, ἐφ’ ἱερέως Ἀντιόχου τοῦ Κέββα Ἀλεξάν δρου καὶ θεῶν Ἀδελφῶν, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Δημοδίκης τῆς Φίλωνος, μηνὸς Περιτίου. ἐδάνεισεν Ἀθήνιον Δωρίωνος, Περσίνη, μετὰ κυρίου Ἀριστοκράτους, Ἠλείου τῶν Πλειστάρχου διμοιρίτου, Βίλωι, Μακεδόνι τῶν Πλειστάρχου λοχαγῶι, ἀργυρίου δραχμὰς πεντα κοσίας τόκου τὴντὴμ μνᾶν ἑκάστην τὸντὸμ μῆνα ἕκαστον δραχμῶν δύο. τοῦτο δ’ ἐστὶν τὸ ἀργύριοντἀργύριον, ὃ ὤφειλεν Βίλος Ἀθηνίωι κατ’ ἄλλην συγγραφήν, ἣν ἀνείλετο αὐτῶι ταύτης σφραγισθείσης. τὸν δὲ τόκον ἀποδιδότω Βίλος Ἀθηνίωι κατὰ μῆνα ἕκαστον, τὸ δὲ δάνειον ἀποδό τω ἐν ἡμέραις δέκα ἀφ’ ἧς ἂν ἡμέρας Ἀθήνιον Βίλωι προείπηι. ἐὰν δὲ μὴ ἀποδῶι κατὰ τὰ γεγραμμένα, ἀποτεισάτω Βίλος Ἀθηνίωι τὸ μὲν δάνειον ἡμιόλιον, τὸν δὲ τόκον ἁπλοῦν. καὶ ἡ πρᾶξις ἔστω Ἀθηνίωι κατὰ τὸ διάγραμμα. κύριος δ’ ἔστω καὶ ἄλλος ὑπὲρ Ἀθηνίου πράσσων κατὰ ταὐτά. ἔγγυος τοῦ δανείου εἰς ἔκτισινἔκτεισιν -δημος Μακεδὼν τῶν Κρατέρου ἰδιώτης. μάρτυ ρες Μακεδὼν τοῦ ἀρχαίου ἀγήματος ἰδιώτης, Ἰάσων Μενίσκου Κυρηναῖος, Τίμων Ἡρακλείδου Ἡρακλεώτης, ος Ἀντέου Ἰλλύριος vac. Τίμωνος Τιμοκράτους vac. ευτίου vac. ἸάσονοςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.