no image
DDbDP-text
Getreidedarlehen via HGV-meta
Linked by Trismegistos ID
TM 2687.
Each record below describes this same ancient text from a different angle.
Βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Βερενίκης θεῶν Εὐεργετῶν ἔτους ὀγδόου ἐφʼ ἱερέως Πτολεμαίου τοῦ Πτολεμαίου τοῦ Στασικράτους Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων κανηφόρου Ἀρσινόης Φιλαδέλφου Ἀρσινόης τῆς Σωσιβίου μηνὸς Ξανδικοῦ ἐν Θώλθει τοῦ Ὀξυρυγχίτου νομοῦ. ἐδάνει σεν Διογένης Ζηνοβίου τῆς ἐπιγονῆς Ζωτίχωι Εὐπόλεως Ἀθηναίωι τῆς ἐπιγονῆς τῶν πυρῶν ἀρτάβας ἀποδότω δὲ Ζώτιχος Διογένει τὸν σῖτον τοῦτον ἐν μηνὶ Δύστρωι τοῦ ἐνάτου ἔτους πυρὸν καθαρὸν καὶ ἄδολον μέτρωι χοὶ δικαίωι μετρήσει δικαίαι καὶ ἀπενεγκάτω εἰς Θῶλθιν οὗ ἂν Διογένης συντάξηι ἰδίωι ἀνηλώματι. ἐὰν δὲ μὴ ἀποδῶι κατὰ τὰ γεγραμμένα, ἀποτεισάτω Ζώτιχος Διογένει τιμὴν τῆς ἀρτάβης ἑκάστης τῶν πυρῶν δραχμὰς δέκα καὶ ἡ πρᾶξις ἔστω Διογένει παρὰ Ζωτίχου πράσσοντι κατὰ τὸ διάγραμ μα. ἡ δὲ συγγραφὴ ἥδε κυρία ἔστω οὗ ἂν ἐπιφέρηται. μάρτυρες. Βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Βερενίκης θεῶν Εὐεργε τῶν ἔτους ὀγδόου ἐφʼ ἱερέως Πτολεμαίου τοῦ Πτολεμαίου τοῦ Στασικράτους Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων κανηφόρου Ἀρσινόης Φιλαδέλφου Ἀρσινόης τῆς Σωσιβίου μηνὸς Ξανδικοῦ ἐν Θώλθει τοῦ Ὀξυρυγχίτου νομοῦ. ἐδάνεισεν Διογένης Ζνηοβίου τῆς ἐπιγονῆς Ζωτίχωι Εὐπόλεως Ἀθηναίωι τῆς ἐπιγονῆς τῶν πυρῶν ἀρτά βας ἀποδότω δὲ Ζώτιχος Διογένει τὸν σῖτον τοῦτον ἐν μηνὶ Δύστρωι τοῦ ἐνάτου ἔτους πυρὸν καθαρὸν καὶ ἄδολον μέτρωι χοὶ δικαίωι μετρήσει δικαίαι καὶ ἀπενεγκάτω εἰς Θῶλθιν οὗ ἂν Διογένης συν τάξηι ἰδίωι ἀνηλώματι. ἐὰν δὲ μὴ ἀποδῶι κατὰ τὰ γεγραμμένα, ἀποτεισάτω Ζώτιχος Διογένει τιμὴν τῆς ἀρτάβης ἑκάστης τῶν πυρῶν δραχμὰς δέκα καὶ ἡ πρᾶξις ἔστω Διογένει παρὰ Ζωτίχου πράσσοντι κατὰ τὸ διάγραμμα. ἡ δὲ συγγραφὴ ἥδε κυρία ἔστω οὗ ἂν ἐπιφέρηται. μάρτυρες.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.