no image
DDbDP-text
Aggreement Concerning Tax Collection via HGV-meta
Linked by Trismegistos ID
TM 37498.
Each record below describes this same ancient text from a different angle.
ὁμολογοῦμεν διὰ τῆς παρούσης ἐγγράφου ἡμῶν ἀσφαλείας ἄνευ δόλου καὶ φόβου καὶ βίας καὶ ἀπάτης καὶ ἀνάγκης καὶ πάσης περιγραφῆς ἐγκινδυνεύεινἐνκινδύειν μετὰ σοῦ τοῦ προγεγραμμένου Ἰωάννου φροντιστοῦ καὶ ἐξανύσαι τὰ δημόσια τοῦ ἡμῶν κτήματος τῆς παρούσης ὀγδόης ἰνδικτίωνος καὶ καταβαλεῖν ἐπὶ τὸν ἔνδοξον οἶκον, οὐ μὴν δὲ ἀλλὰ καὶ εἰσπρᾶξαι καὶ τὸν σῖτον τῆς ἐμβολῆς ἡμῶν τῆς σὺν θεῷ ἐνάτηςἐννάτης ἰνδικτίωνος καὶ δοῦναι εἰς τὸν αὐτὸν ἔνδοξον οἶκον καὶ μηδὲν ἐᾶσαι ἐν λοιπάδι εἴτε ἐκ τῶν χρυσικῶν δημοσίων τῆς παρούσης ὀγδόης ἰνδικτίωνος εἴτε καὶ ἐκ τοῦ σίτου τῆς ἐμβολῆς τῆς σὺν θεῷ ἐνάτηςἐννάτης ἐπινεμήσεως κινδύνῳ ἡμῶν καὶ σοῦ τοῦ αὐτοῦ Ἰωάννου, εἰ δὲ οἷα ἀπομείνιτο ἐν λοιπάδι εἴτε ἐκ τῶν χρυσικῶν ἢ καὶ ἐκ τοῦ σίτου, ὁμολογοῦμεν μετὰ σοῦ ταῦτα οἴκοθεν καὶ ἐξ ἰδίων ἡμῶν δοῦναι εἰς τὸν αὐτὸν ἔνδοξον οἶκον. ὁμολογῶ δὲ καὶ ἐγὼκἀγὼ Ἰερημίας υἱὸς Ὥρου ἐγκινδυνεύεινἐνκινδυνεύειν σὺν τοῖς ἄλλοις εἰς πάντα τὰ ἐν ταύτῃ ὁμολογίᾳ. κυρία ἡ παροῦσα ὁμολογία ἁπλῆ γραφεῖσα καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Αὐρήλιος Φοιβάμμων υἱὸς Ἰωάννου ὁ προγεγραμμένος στοιχεῖστυχῖ μοι ἡ παροῦσα ὁμολογία ὡς πρόκειταιπρόκιται. Φοιβάμμων υἱὸς Ἰερημίου ὁ προγεγραμμένος στοιχεῖστυχῖ με ἡ παροῦσα ὁμολογία ὡς πρόκειταιπρόκιται. Αὐρήλιος Παμένης υἱὸς Ὥρου ὁ προγεγραμμένος στοιχεῖστυχῖ μοι ἡ παροῦσα ὁμολογία ὡς πρόκειταιπρόκιται. τὸ κοινὸν τῶν ἄλλων ὀνομάτων στοιχεῖ ἡμῖν ἡ παροῦσα ὁμολογία ὡς πρόκειται. Ἰωάννης Σαρ ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων ὄντων. Παμμένης Παμμένου ὁ π υ τῶν ἀπὸ κτήματος ΠακερκυΠακέρκη τῶν χρυσικῶνSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.