no image
DDbDP-text
Appointment of Tax Collectors via HGV-meta
Linked by Trismegistos ID
TM 21649.
Each record below describes this same ancient text from a different angle.
βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου μεγίστου εὐεργέτου Φλαουΐου Ἰουστίνου τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους ια, ὑπατείαςὑπατίας τῆς αὐτῶν γαληνότητος τὸ β καὶ Φλαουΐου Τιβερίου τοῦ καὶ Νέου Κωνσταντίνου τοῦ εὐτυχεστάτου ἡμῶν Καίσαρος, Ἐπεὶφ κη ἰνδικτίωνος θ. Φλαουΐῳ Ἀπίωνι τῷ πανευφήμῳ καὶ ὑπερφυεστάτῳ ἀπὸ ὑπάτων ὀρδιναρίων καὶ πατρικίῳ, γεουχοῦντι καὶ ἐνταῦθα τῇ Νέᾳ Ἰουστίνου πόλει, διὰ Μηνᾶ οἰκέτου τοῦ ἐπερωτῶντος καὶ προσπορίζοντος τῷ ἰδίῳ δεσπότῃ τῷ αὐτῷ πανευφήμῳ ἀνδρὶ τὴν ἀγωγὴν καὶ ἐνοχήν, Αὐρήλιοι Ἀνοῦπ φροντιστής, υἱὸς Ἰερημίου, καὶ Παμούθιος υἱὸς Ἀνοῦπ καὶ Παμούθιος ἕτερος, γραμματεύς, υἱὸς Πραοῦτος, οἱ πάντες ὁρμώμενοι ἀπὸ ἐποικίου Σάσου Κάτω διαφέροντος τῇ ὑμῶν ὑπερφυείᾳ, ἐναπόγραφοι αὐτῆς γεωργοί, χαίρειν. ὁμολογοῦμεν διὰ τῆς παρούσης ἡμῶν ἐγγράφου ἀσφαλείας ἐκτὸς δόλου καὶ φόβου καὶ βίας καὶ ἀπάτης καὶ ἀνάγκης ἑτοίμως ἔχειν πάντα τὰ δημόσια τῆς δεκάτης ἐπινεμήσεως εἰσπρᾶξαι κινδύνῳ ἡμῶν καὶ τῆς ἑκάστου ἡμῶν ὑποστάσεως καὶ καταβαλεῖν εἰς τὸν ἔνδοξον οἶκον καὶ μηδὲν τὸ σύνολον ἐξ αὐτῶν ἐᾶσαι ἐν λοιπάδι. εἰ δὲ ἀπομεῖναι συμβῇ τινα ἐκ τῶν εἰρημένων δημοσίων δεκάτης ἐπινεμήσεως ἀνείσπρακτα, ὁμολογοῦμεν ἐνεχόμενοι ὑπὲρ ἀλλήλων ταῦτα διδόναι τῇ ὑμῶν ὑπερφυείᾳ δίχα τινὸς ὑπερθέσεως κινδύνῳ τῶν ἡμῖν πάντων ὑπαρχόντων. κυρία ἡ παροῦσα ὁμολογία ἁπλῆ γραφεῖσα καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. ΑὐρήλιοιΑὐρηλιος Ἀνοῦπ υἱὸς ἨλίουἸερημίουἨλιας καὶ Παμοῦθις υἱὸς Ἀνοῦπ καὶ Παμοῦθις υἱὸς ΠραοῦτοςΠραους οἱ προγεγραμμένοι στοιχεῖ ἡμῖνπροκαιγραμμ στι χ υμῖν ἡ παροῦσα ὁμολογία τῶν δημοσίων ὡς πρόκειται. ὁ αὐτὸς Παμοῦθις ἔγραψα χειρὶχιρὶ ἐμῇ ὑπὲρ τοῦ ἐμοῦ ὀνόματος καὶ ὑπὲρ τῶν ἄλλων ἀγραμμάτων ὄντων. διʼ ἐμοῦ Μηνᾶ ἐτελειώθη. ὁμολογία γεναμένη παρὰ τῶν ἀπὸ ἐποικίου Σάσου Κάτω.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.