no image
DDbDP-text
ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν. βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου μεγίστου εὐεργέτου Φλαουίου Ἡρακλείου τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους δευτέρου Φαῶφι λ ἰνδικτίονος α. Φλαουίῳ Ἀπίωνι τῷ πανευφήμῳ καὶ ὑπερφυεστάτῳ ἀπὸ ὑπάτων καὶ πατρικίῳ γεουχοῦντι καὶ ἐνταῦθα τῇ λαμπρᾷ Ὀξυρυγχιτῶν πόλει διὰ Μηνᾶ οἰκέτου τοῦ ἐπερωτῶντος καὶ προσπορίζοντος τῷ ἰδίῳ δεσπότῃ τῷ αὐτῷ πανευφήμῳ ἀνδρὶ τὴν ἀγωγὴν καὶ ἐνοχὴν Αὐρήλιοι Ἀπολλῶς υἱὸς Ἀνοῦπ καὶ Ἐρκὼτ υἱὸς Ἀπολλῶ ἀπὸ κώμης Πλεεῖν τοῦ Ὀξυρυγχίτου νομοῦ παγαρχουμένηςπαγαρχουμενς παρὰ τῆς ὑμετέρας ὑπερφυείας. ὁμολογοῦμεν τῇ ὑμετέρᾳ ὑπερφυείᾳ ὡς εἴ ποτε καιρῷ ἢ χρόνῳ φανῶμεν κλέψαντες μηχανικὰ σκεύη ἢ βοίδια ἢ οἱανδήποτε κλοπὴν ποιησα ἢ ὑποδέξασθαι λῃστὰςλιστὰς ἐπὶ τῷ ἡμᾶς παρασχεῖν τῇ ὑμετέρᾳ ὑπερφυείᾳ διὰ τῶν αὐτῇ προσηκόντων ὑπὲρ ἑκάστου ἐγχειρήματοςενχειρηματοςἐγχειρήματοςἐνχειρηματοςεγχειρήματος χρυσοῦ νομισμάτια εἴκοσι τέσσαρατέσσερα ἔργῳ καὶ δυνάμει ἀπαιτούμενα κινδύνῳ ἡμῶνημω καὶ τῆς ἡμῶν ὑποστάσεως. κυρία ἡ ὁμολογία ἁπλὴ γραφεῖσα καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. τὸ κοινὸν τῶν ὀνομάτων στοιχεῖ ἡμῖν αὕτηυτη ἡ ὁμολογία ὡς πρόκειται. Ἰωάννης ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων ὄντων. di emu Ioannu eteliothhS. ὁμολογία Ἀπολλῶς υἱοῦ Ἀνοῦπ καὶ Ἐρκὼτ υἱοῦ Ἀπολλῶ πρωτοφυλάκων ὁρμωμένων ἀπὸ κώμης Πλεεῖν τοῦ Ὀξυρυγχίτου νομοῦ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.