no image
DDbDP-text
Apollonius to Sarapodorus via HGV-meta
Linked by Trismegistos ID
TM 15656.
Each record below describes this same ancient text from a different angle.
χαῖρε, κύριέ μου ἄδελφε Σαραπόδωρε, Ἀπολλώνιός σε προσαγορεύωπροσαγορεύωι. ἐπιστολὴν Ἀνδρομάχου ἔπεμψά σοι ὅπως ἀναδῷς καὶ τὴν ἀντιγραφὴν ἐν τάχει ἡμῖνἡμεῖν πέμψῃς. ἡ δὲ ἀξίωσις αὐτοῦ περὶ τοῦ τηρηθῆναι αὐ τῷ το ψήφισμα τῆς ἀναδοχῆς τῆς γυμνασιαρχίας, καὶ εἰ μὲν οἷόν τε ἐστίν, ἃςτας ἐκ περισσοῦ ἡμέρας ἠναγ κάσθη ποιῆσαι πέρυσι, παραδεχθῆ ναι αὐτῶ εἰς τὰς ἐπετείουςἐφετίους μὴ ὀκνή σῃς. εἰ δὲ μή γε, καὶ ἂνκἂν ἀπὸ τοῦ νῦν τηρηθῆναι τὸ ψήφισμα. τοῦτο γὰρ καὶ δικαιότατον. ὁ Ἀχιλλεὺς περὶ τοῦ οἴνου οὐδὲν οὔτε ἐνήργησεν οὔτε ἀπῄτησεν. ἐδόκει δὲ χαράσσεσ θαι ἐπὶ τούτῳ. ἡ τιμὴ τοῦ οἴνου ἐνταῦθα πάνυ ἐν καθυφέσεικατυφέσει ἐστιν. μέχρι γὰρ δραχμῶν Α καὶ ϡ τυγχάνει, ὥστε, εἰ δύνατόν σοί ἐστιν Ἀλέξανδρον τὸν Ἀκωρείτην ἀξιῶσαι ὅπως διὰ πλοίου αὐτοῦ ήσῃ μοι ἐνε χθῆναι καὶ ἂνκὰ̓̀ν ὅσον ἐὰν εὕρῃς εἰς ἃ γράφεις, ποίησον. οἱ μέντοι Ἀντινοϊτι κοὶ ἐκδοχεῖς ἐπετάξαντό μοι ὅτι, ἢ συνωνούμεθα τὰ σὰ τῆς αὐτῆς τιμῆς ἢ ἀποφέρομεν τῷ ἀδελ φῷ σου αὐτά. τοὺς τάπητας ἐξέ δωκα. ὁ γὰρ σημειογράφοςσημιογράφος οὐκ ἔ δωκέν μοι τάπητα. ὑπέσχετο μέντοι δώσειν μοι δραχμὰς θ καινοῦ. εἰδέναι μέντοι ὀφείλεις ὅτι προσελθεῖν σε δεῖ ἕνεκεν τῆς ἐκ κλήτου πρὸ τῆς προθεσμίας κατὰ τὸ διάταγμα. ἔστιν τῆς οὐσιακῆς ἐπιτροπῆς ὀφφικιάλιος ἐνθάδε ζητῶν πρόστιμον ἐκκλήτων, ὃς καὶ ἡμῖνἡμεῖν ἕνεκεν τῆς τότε πρὸς τὸν οὐσιακὸν περὶ χειρογραφ ταλάντων ϛ καὶ μέχρι νῦν πρὸς αὐτὸν οὐδέπω οὐδὲν ἐπράξαμεν, ἐὰν δέ τι καινότερον πραχθῇ, δηλωθήσεταί σοι. Writing perpendicular to main text ἀσπάζεταί σε τὰ τεκνία ἡμῶν καὶ ἡ μήτηρ αὐτῶν καὶ οἱ ἡμῶν πάντες. ἐρρῶσθαί σε εὔχομαι, κύριέ μου. Σαραποδώρωι drawing ἐξηγητῇ παρὰ Ἀπολλωνίου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.