no image
DDbDP-text
Private Letter via HGV-meta
Linked by Trismegistos ID
TM 26646.
Each record below describes this same ancient text from a different angle.
Ἀπολλώνιος καὶ Σαραπιὰς Διονυσίᾳ χαίρειν. χαρᾶς ἡμᾶς ἐπλήρωσας εὐαγγελισαμένη τὸν γάμον τοῦ κρατίστου Σαραπίωνος καὶ εὐθέως ἂν ἤλθομεν διακονήσοντες αὐτῷ ὡς ἐν εὐκταιοτάτῃ ἡμῖν ἡμέρᾳ καὶ συνευφρανθησόμενοι, ἀλλὰ διὰ τὸν διαλογισμὸν καὶ ὅτι ἀναλαμβάνομεν ἀπὸ νωθρείας οὐκ ἠδυνήθημεν ἐλθεῖν. ῥόδα πολλὰ οὔπω γέγο νεν ἐνθάδε, ἀλλὰ σπανίζει, καὶ ἐκ πάντων τῶν κτημάτων καὶ παρὰ πάντων τῶν στεφανη πλόκων μόλις ἠδυνήθημεν συνλέξαι ἃ ἐπέμ ψαμέν σοι διὰ Σαραπᾶ χίλιαχείλια , τρυγηθέντων καὶ ὧν ἔδει αὔριον τρυγηθῆναι. νάρκισσον ὅσην ἤθε λες εἴχομενειχονεν, ὅθεν ἀντὶ ὧν ἔγραψας δισχιλίωνδισχειλίων τετρακισχιλίαντετρακισχειλίαν ἐπέμψαμεν. οὐ βουλόμεθαβουλομαιθα δέ σε οὕτως καταγιγνώσκεινκαταγεινώσκειν ἡμῶν ὡς μικρολόγωνμεικρολόγων ὥστε καταγελῶσαν γράψαι πεπομφέναι τὴν τιμήν, ὁπότε καὶ ἡμεῖς ἔχομεν τὰ παιδία ὡς ἴδια τέκνα καὶ πλέον τῶν ἡμῶν τιμῶμεν καὶ ἀγαπῶμεν αὐτὰ καὶ οὕτως χαίρομεν ἴσα σοι καὶ τῷ πατρὶ αὐτῶν. περὶ ὧν ἄλλων θέλεις γράψον ἡμῖν. ἄσπασαι Αλέξανδρον τὸν κράτιστον καὶ τοὺς ἀβασκάντους αὐτοῦ Σαραπίωνα καὶ Θέωνα καὶ Ἀριστόκλειαν καὶ τὰ τέκνα Ἀριστοκλείας. μαρτυρήσει σοι Σαραπᾶς πε ρὶ τὼν ῥόδων ὅτι πάντα πεποίηκα εἰς τὸ ὅσα ἤθελες πέμψαι σοι, ἀλλὰ οὐχ εὕρομενευρον. ἐρρῶσθαί σε εὐχόμεθα, κυρία. Διονυσίᾳ γυναικὶ Ἀλεξάνδρου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.