p.oxy.46.3313
Ἀπολλώνιος καὶ Σαραπιὰς Διονυσίᾳ χαίρειν. χαρᾶς ἡμᾶς ἐπλήρωσας εὐαγγελισαμένη τὸν γάμον τοῦ κρατίστου Σαραπίωνος καὶ εὐθέως ἂν ἤλθομεν διακονήσοντες αὐτῷ ὡς ἐν εὐκταιοτάτῃ ἡμῖν ἡμέρᾳ καὶ συνευφρανθησόμενοι, ἀλλὰ διὰ τὸν διαλογισμὸν καὶ ὅτι ἀναλαμβάνομεν ἀπὸ νωθρείας οὐκ ἠδυνήθημε…