no image
DDbDP-text
Oath on Undertaking Service via HGV-meta
Linked by Trismegistos ID
TM 22459.
Each record below describes this same ancient text from a different angle.
Διδύμῳ στρατηγῷ Ὀξυρυγχίτου. Ὀννῶφρις Πατσίβθεως μητρὸς Σινθεῦτος καταγινόμενος ἐν τῷ Ληνῶνος ἐποικίῳ εἰσδοθεὶς ὑπὸ τοῦ τῶν τόπων κωμογραμματέως εἰς νομοφυ λακίαν ὀμνύω τὴν τῶν κυρίων Αὐτοκρατόρων Σεουήρου καὶ Ἀντωνίνου καὶ Γέτα Καίσαρος τύχην εὐθέως ἀντιλήμψεσθαι τῆς δηλουμένης χρείας καὶ ἐκτελέσειν ταύτην ἐν φανὴς ὢν καὶ προσκαρτερῶν εἰς τὸ ἐν μηδενὶ μεμφθῆναι, ἢ ἔ νοχος εἴην τῷ ὅρκῳ. παρέσχον δὲ ἐμαυτοῦ ἐνγυητὴν Παυσεῖριν Παήσιος μητρὸς Θαήσιος καταγεινόμενον ἐν τῷ αὐτῷ ἐποικίῳ παρόν τα καὶ εὐδοκοῦντα. ἔτους ιϛ Αὐτοκρατόρων Καισάρων Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ Μεγίστου καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Σεβαστῶν καὶ Πουβλίου Σεπτιμίου Γέτα Καίσαρος Σεβαστοῦ, Θὼθ γ. Ὀννῶφρις Πατσίβιτιοςπασβιτιος ὤ μοσαομοσα τὸν ὅρκον καὶ ἐκτε λέσω τὴν χρείαν ὡς πρό κειται. Παυσεῖρις Παήσιος ἐγγυῶμαιἐγγυῶμε τὸν Ὀννῶφριν ἐκτελοῦντα τὴν χρείαν ὡς πρόκειται. Πτολεμαῖος Διονυσίου ἔγραψα ὑπὲρ αὐτῶν μὴ εἰδότων γράμματα. χειρογραφία Ὀννώφριος Πατσίθιος ἀπὸ τοῦ Ληνῶνος ἐποικίου εἰσδοθέντος εἰς νομοφυλακίαν. πρὸς φρο ς.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.