no image
DDbDP-text
Désignation d’un tuteur pour une veuve via HGV-meta
Linked by Trismegistos ID
TM 3297.
Each record below describes this same ancient text from a different angle.
βασιλεῖ Πτολεμαίωι χαίρειν Νίκαια Νικίου, Περσίνη. ὁ ἀνήρ μου Παυσανίας ἐτελεύτησεν ἐν τῶι κγ ἔτει, καταλιπὼν διαθήκην τοῦ αὐτοῦ ἔτους, μηνὸς Πανήμου , διʼ ἧς ναιον τὸν ἑαυτοῦ υἱὸν ἐπίτροπόνἐπίτροπόμ μου καταλείπει. συμβέβηκεν οὖν καὶ τούτον τελευτῆσαι, ἔτους δ, μηνὸς Δαισίου Αἰγυπτίων δὲ Ἁθὺρ, συγγενῆ δέ με μηθένα ἔχειν ὃς ἐπιγραφήσεταί μου κύριος. ἵνα οὖνοὖμ μὴ παρὰ ταύτην τὴν αἰτίαν τὰ καταλελειμμένα μοι ὑπὸ τοῦ ἀνδρὸςτανδρὸς καταφθαρῆι, μὴ ἐχούσης μου κύριον μεθʼ οὗ τὰς περὶ τούτων οἰκονομίας θήσομαι, δέομαί σου, βασιλεῦ, προστάξαι Διοφάνει τῶι στρατη γῶι δοθῆναί μοι κύριον Δημήτριον Θρᾶικα, τῶν Πτολεμαίου τοῦ Ἐτεωνέως τῆς ἱππαρχίας ἑκατοντάρουρον, ὧι καὶ τὴν ἀδελφὴν συνῴκισενσυνώικισεν ὁ Παυσανίας, καὶ περὶ τούτων ἔγγραπτα ποιήσασθαι τὸν στρατηγόν, ἵνα μοι ὑπάρχηι ἐν χρηματισμῶι· καὶ ἐπειδή, πρεσβυτέρα τε οὖσα καὶ ἀσθενὴς γενομένη, οὐ δύναμαι παραγενέσθαι εἰς Κροκοδίλων πόλιν, ἀπέσταλκα δὲ ἐπιδώσοντα τὴν ἔντευξιν Δημήτριον τὸν προγεγραμμένον, γράψαι Διοφάνην Διοσκουρίδει τῶι ἐπιστάτηιἐπιστάτει εἰκονογραφήσαντά με καὶ τὸν κύριον ὃν αἰτοῦμαι, ἀναγράψαι Διοφάνει. τούτων γὰρ γενομένων, ἔσομαι τετευχυῖα, βασιλεῦ, τῆς παρὰ σοῦ φιλανθρωπίας. εὐτύχει. Διοσκουρίδει. παραλαβών τινας τῶν ἐκ τῆς κώμης πρεσβυτέρων εἴσελθε πρὸς τὴν Νίκαιαν ἄνθρωπον καὶ ἐὰν ειων τὰς εἰκόνας διασάφησον ἡμῖν. ἔτους δ, Δαισίου κζ, Ἁθὺρ κθ. ἔτους δ, Δαισίου κζ,Ἁθὺρ κθ Νίκαια Νικίου Περσίνη περὶ ὧν ἀξιοῖSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.