no image
DDbDP-text
Δάνειον ἠσφαλισμένον δι᾿ ὑπαλλάγματος via HGV-meta
Linked by Trismegistos ID
TM 10127.
Each record below describes this same ancient text from a different angle.
ἔτους ἑκκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τραϊανοῦ Ἁδριανοῦ Σεβαστοῦ, μηνὸς Σεβαστοῦ η ἐν Καρανίδι τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοΐτου νομοῦ. ὁμολογεῖ Θασῶς Πεθέως τοῦ Πασοκνοπαίου ὡς ἐτῶν πεντήκοντα , οὐλὴ χειρὶ ἀριστερᾷ μετὰ κυρίου τοῦ ἀνδρὸς Πετεσούχου τοῦ Πεταῦτος ὡς ἐτῶν ἑξήκοντα οὐλὴ ὀφρύει ἀριστερᾷ, Πε θεῖ Πνεφερῶτος ὡς ἐτῶν τριάκοντα οὐλὴ γόνατι ἀριστερῷ, ἔχειν παρʼ αὐτοῦ παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου δραχμὰς ἑκατὸν ἐν χρήσει, τόκου δραχμιαίου τῇ μνᾷ τὸν μῆνα ἕκαστον, ἔτι δὲ καὶ πυροῦ ἀρτάβας δώδεκα ἕκτον μέτρῳ ἑξαχοινίκῳἑξοινίκῳ ἑρμηνέως Καρανίδος, ὧν καὶ τὴν ἀπόδοσιν ποιησάτω ἡ ὁμολογοῦσα τῶι Πεθεῖ ἐν μηνὶ Παῦνι τοῦ ἐνεστῶτος ἑκκαιδεκάτου ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου. ἐὰν δὲ μὴ ἀποδῷ ἀποτισάτω παραχρῆμα μεθʼ ἡμιολίας καὶ τόκου γινο μένης τῶι Πεθεῖ τῆς πράξεως ἔκ τε τῆς ὁμολογούσης καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῆς πάντων καθάπερ ἐκἐγ δίκης· μέχρις οὗ ἀποδῷ μὴ ἐξεῖναι τῇ Θασῶτι πωλεῖνπωλῖν μηδὲ ὑποτίθεσθαιὑποτίθεσται μηδὲ ἄλλως καταχρηματίσαι τὸ ὑπάρχον αὐτῇ πέμπτον μέρος οἰκίας καὶ αὐλῆς ἐν τῇ κώμῃ, οὗ γείτονεςγίτονος νότου Μύσθου τοῦ Μελανίωνος οἰκία, βορρᾶ Βεκενωψο οἰκία, λιβὸς εἴσοδος καὶ ἔξοδος, ἀπηλιώτου ῥύμη βασιλική. ὑπογραφεὺς Ἥρων Σατύρου. Θασῶς Πεθέως τοῦ Πασοκνοπαίου μετὰ κυρίου τοῦ ἀνδρὸς Πετεσούχου Πεταῦτος ὁμολογῶὁμολ ἔχειν παρὰ τοῦ Πεθέως ΠνεφερῶτοςΠνεφ ἀργυρίουἀργ δραχμὰς ἑκατὸν ων καὶ πυροῦ ἀρτάβας δώδεκα ἕκτον , ἃς ἀποδώσω μηνὶ Παῦνι τοῦ ἐνεστῶτος ιϛ ἔτους καὶ βέβαιον ἔχω τὸ ὑπάρχον αὐτῇ πέμπτον μέρος οἰκίας καὶ αὐλῆς ἐν τῇ αὐτῇ κώμῃ. ἔγραψεν ὑπὲρ αὐτῆςἔγραψα ὑπὲρ αὐτῆς Ἥρων Σατύρου μὴ εἰδυίας γράμματα ἀναγέγραπται διὰ τοῦ ἐν Καρανίδι γραφείου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.