no image
DDbDP-text
Deed of Divorce via HGV-meta
Linked by Trismegistos ID
TM 20537.
Each record below describes this same ancient text from a different angle.
ἔτους ἑκκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ, μηνὸς Γερμανικοῦ ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαίδος. ὁμολογεῖ Θαῆσις Θώνιος τοῦ Ἀμιθώνιος μητρὸςμητρο Σινθεῦ τος μετὰ κυρίου τοῦ πατρῳοῦ ὈννώφριοςὈννῶφρις Ὀννώφριος τοῦ Παμ μένους μητρὸς Τααρθώνιος τῷ γενομένῳ αὐτῆς ἀνδρὶ Πετοσαράπι Θομπεκύσιος τοῦ Σαραπίωνος μητρὸςμητρο Σινθώ νιος, πάντες ἀπʼ Ὀξυρύγχων πόλεως, ἐν ἀγυιᾷ, ἀπέχειν παρʼ αὐτοῦ ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμὰς τετρα κοσίας κεφαλαίου ἃς προσηνέγκατο αὐτῷ ἐφʼ ἑαυτῇ ἐν φερνῇ μετεγγύου τῆς μητρὸς αὐτοῦ Σινθώνιος Πετοσαράπιος τοῦ βι κατὰ συνγραφὴν συνοικεσίουσυνοικισίου διὰ τοῦ ἐν Ὀξυρύγχων πόλει ἀγορανομίου ταῖς ἐπαγομέναις τοῦ τεσσαρασκαιδε κάτου ἔτους Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ, ἧς τὴν ἐπίφορον αὐτόθεν ἀναδεδωκέναι αὐτῷ κεχιασμένην εἰς ἀκύρωσιν ἕνεκα τοῦ διαζυγὴνἀναζυγὴν τοῦ γάμου γενέσθαι, καὶ μὴ ἐγκαλεῖν αὐτῷ μηδὲ ἐγκαλέσειν μηδὲ ἐπε λεύσεσθαι μήτε περὶ τῶν προκειμένων μηδὲ περὶ παρα φέρνων ο ἀπεσχηκέναι μηδὲ περὶ ἄλλου μηδε νὸς πράγματος μέχρι τῆς ἐνεστώσης ἡμέρας. καὶ αὐτὸς δὲ ὁ Πετοσάραπις ὁμολογεῖ ἐν ἀγυιᾷ τῇ αὐτῇ μὴ ἐνκαλεῖν μηδὲ ἐνκαλέσειν μηδὲ ἐπελεύσεσθαι τῇ Θαήσει μηδὲ τοῖς παρʼ αὐτῆς περὶ μηδενὸς ἁπλῶς μέχρι τῆς ἐνεστώσης ἡμέρας στνπρSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.