no image
DDbDP-text
Procuration Relative A la gestion d’intérêts privés et a un procès via HGV-meta
Linked by Trismegistos ID
TM 20985.
Each record below describes this same ancient text from a different angle.
ἀντίγραφον. ἔτους ὀγδόου Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, Τῦβι κε, ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαίδος. ὁμολογεῖ Θαῆσις Ἡρακλείου, μετὰ κυρίου τοῦ τῆς ἀδελφῆς αὐτῆς Θαήσιος υἱοῦ Πετσίριος τοῦ Σαραπίωνος, τῷ ἑαυτῆς ἀνδρὶ Πτολλίωνι Πτολεμαίου μητρὸς Σαραπιάδος, ἐν ἀγυιᾷ, συνεστακέ ναι αὐτὸν, κατὰ τήνδε τὴν ὁμολογίαν, ἐκπράξονταἐκπράξαντα καὶ ἀπαιτήσονταἀπαιτήσαντα καὶ τὰ ὀφειλόμεναὀφιλόμενα αὐτῇ ἐν Ὀ ξυρυγχείτῃ καὶ Ἀυασείτῃ καὶ Ἀρσινοείτῃ νομοῖς καὶ τοὺς ὑπάρχοντας αὐτῆι καρπούς, ὧν ἐπιτρο πεύει τῆς τοῦ μετηλλαχότος αὐτῆς υἱοῦ Σαραπίωνος θυγατρὸς Ταθοωνᾶτος, οὐδέπω οὔσης ἐν ἡλικίᾳ, ἐν τῷ αὐτῷ Ὀασείτῃ νομῷ ἀγρῶν· ἔτι δὲ καὶ πωλήσονταπωλειν τοῖς προσελευσομένοις τῷ ἀγορασμῷ, τῆς εὑρεθησομένης τιμῆς, τὰ ὑπάρχοντα τῇ Θαήσει, ἅπαντα ἢ μέρος αὐτῶν, καὶ προδιαίρεσιν αειν καὶ οἰκονομήσονταοἰκονομειν περὶ αὐτῶν ὡς ἐὰν αἱρῆται, καθὰ καὶ αὐτῇ τῆι Θαήσει παρούσηιπαρουσι ἐξῆν· εὐδοκεῖεὐδωκεῖ γὰρ πᾶσι οἷς ἐὰν ὁ ἀνὴρ ΠτολλίωνΠτολίων περὶ τῶν κατὰ τὴν σύστασιν οἰκονομήσῃ, ἐφʼ ᾧ ἀποκαταστήσει τῇ Θαήσει ἅπαντα, τῆς πίστεως περὶ αὐτὸν οὔσης· ἔτι δὲ καὶ ἐκδικήσονταἐγδικήσαντα τὰ ἐνεστῶτα αὐτῇ πρὸς Θοῶνιν Θοώνιος καὶ ἄλλους, μὴ ἐλαττουμένης τῆς Θαήσιος ἐν τῇ πράξει ὧν ὀφείλειὀφίλει αὐτῇ ὁ Πετσῖρις κατὰ ἀσφάλειαν δραχμῶν ὀγδοήκοντα · κυρία ἡ συγγραφή. σημειώσεωςσημιώσεως ἀντίγραφον. ἔτους ὀγδόου Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, Τῦβι κε, διὰ ατου τοῦ σὺν Θέωνι τῷ προκεχειρισμένῳ ὑπὸ τῶν μετόχων ἀγορανόμων κεχρημάτισται.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.