no image
DDbDP-text
Census - return via HGV-meta
Linked by Trismegistos ID
TM 21913.
Each record below describes this same ancient text from a different angle.
Δημητρίωι στρατηγῷ καὶ οἷς ἄλλοις καθήκει παρὰ Πετοσίριος Διονυσίου τοῦ Πετοσίριος μητρὸς Μιεῦτος Ὥρου τῶν ἀπὸ Ὀξυρύγχων πόλεως. κατὰ τὰ κε λευσθέντα ὑπὸ Ῥαμμίου Μαρτιάλιος τοῦ κρατίστου ἡγεμόνος παρετέθη ἀπογράφομαι πρὸς τὴν τοῦ διελθόντος β ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου κατʼ οἰκίαν ἀπογραφὴν τὸ ὑπάρχον μοι ἐπʼ ἀμφόδου Βορρᾶ Δρόμου ἥμισυ μέρος οἰκίας καὶ τῆι γυναικὶ Τετοεῦτι Θοωνᾶτος πρότερον τοῦ πατρὸς αὐτῆς τοῦ λοιποῦ ἥμισυ τὸ τρίτον, καὶ ὁμοίως ὑπάρχει τῆι αὐτῆι πρότερον Πετοσίριος ἀδελφοῦ αὐτῆς τρίτον μέρος τοῦ αὐτοῦ ἡμίσεος μέρους, παρʼ ᾗ ἐστι καὶ τὸ λοιπὸν τρίτον μέρος εἰς πλήρωσιν τοῦ ἡμίσεος μέρους, ὃν Παποντῶ τος ἑτέρου ἀδελφοῦ αὐτῆς ἐν ἀσφαλείᾳ ἐκπροθέσμῳ γενομένῃ ἀντὶ τοῦ ἐπιβάλλοντος τῶν κατὰ δανείου συγγραφὴν ὀφειλομένων τῆι Τετοεῦτι ὑπὸ τοῦ Παποντῶτος λαξὸς οὐλὴ ποδὶ ἀριστερῷ ἐτῶν οδ. Τι μητρὸς Τετοεῦτος Θοωνᾶτος λαξὸς οὐλὴ ποδὶ δεξιῷ ἐτῶν με. Ἀπολλωνίδης Πετοσίριος τοῦ Θοώνιος μητρὸς Ταψόιτος Παύλου λαξὸς ἄσημος ἐτῶν κα, καταγινόμενος ἐν μέρει α οἰκίας ἐπʼ ἀμφόδου τοῦ αὐτοῦ. Παποντῶς Θοωνᾶτος τοῦ Πετοσίριος μητρὸς Θαισοῦτος Παποντῶτος λαξὸς νυνὶνυνεὶ ὢν ἀπόδημος ἐτῶν νζ. γίνεται σώματα δ. Θοωνᾶτος τοῦ Πετοσίριος μητρὸς Θαισοῦτος ἄσημος ὡς ἐτῶν γ Θαῆσις Θο δούλη αὐτῆς ἀγοραστὴ ἄσημος ὡς ἐτῶν λ. γίνεται σώματα β. καὶ ὁμοίως ὑπάρχει μοι ἐπʼ ἀμφόδου τοῦ αὐτοῦ μέρη ἕτερα οἰκιῶν κοινῶν καὶ πρὸς Πετόσιριν Θοωνᾶτος ἐν οἷς οὐδεὶς καταγίνεται, ἐπὶ δὲ τῆς ἐμῆς οἰκίας ἀπογράφομαι. Θέων μητρὸς Θερμουθίου Νεχθενίβιος εδ ι ἔτους θεοῦ Οὐεσπασιανοῦ κατʼ οἰκίαν ἀπογραφ ς α απ οἱ μέχρι τοῦ ἐνεστῶτος ἀπογράφομαι δὲ καὶ δίκαιον καὶ Πετοσίριος Θοωνᾶτος μερῶν οἰκίας ὀμνύω Αὐτοκράτορα Καίσαρα Τραιανὸν Ἁδριανὸν Σεβαστὸν ἐξ ὑ γιοῦς καὶ ἐπʼ ἀληθείας ἐπιδεδωκέναι Τῦβι κη.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.