no image
DDbDP-text
Sale of a Theban Mill via HGV-meta
Linked by Trismegistos ID
TM 12043.
Each record below describes this same ancient text from a different angle.
ἔτους δευτέρου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ μηνὸς Ξανδικοῦ κα Μεχεὶρ κα ἐν Καρανίδι τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Θατρῆς Ψεναμούνεως ὡς ἐτῶν τριάκοντα ἄσημος μετὰ κυρίου τοῦ ἑαυτῆς ὁμοπατρίου καὶ ὁμο μητρίου ἀδελφοῦ Πακύσιος ὡς ἐτῶν εἴκοσι πέντε οὐλὴι ὑπὸ τὸ γόνυγόνοι ἀριστερὸν Πνεφερῶτι Σαταβοῦτος ὡς ἐτῶν τριάκοντα οὐλὴι πήχει ἀριστερῶι ὑπτίωι πεπρακέναι αὐτῶι Πνεφερῶτι τὸν ὑπάρχοντα αὐτῆι Θατρῆτι μύλονμοίλον Θηβαικὸν σὺν τραπέζηι καὶ κώπηι τοῦτον τοιοῦτον ἀναπόριφον καὶ ἀπέχειν τὴν Θατρῆν παρὰ τοῦ Πνεφερῶτος τὴν συμπεφωνημένην τιμὴν ἀργυρίου δραχμὰς εἴκοσι ὀκτὼι παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου καὶ βεβαι ώσιν αὐτὴν Θατρῆν καὶ τοὺς παρʼ αὐτῆς τῶι Πνεφερῶτι καὶ τοῖς παρʼ αὐτοῦ πάσηι βεβαιώσειβεβαιώσι. ὑπογραφεὺς Ἥρων Σατύρου ὡς ἐτῶν κθ οὐλὴ μετώπῳ μέσῳ. Θατρῆς Ψεναμούνεως μετὰ κυρίου τοῦ ὁμοπατρίου καὶ ὁμομητρίου ἀδελφοῦ Πακύσιος ὁμολογῶι πεπρακέναι τῶι Πνεφερῶτι Σαταβοῦτος τὸν ὑπάρχοντά μοι μύλον Θηβαικὸν σὺν τραπέζῃ καὶ κώπῃκοπηι τοῦτον τοιοῦτον ἀναπόριφον καὶ ἀπέχω τὴν συνπεφωνημένην τιμὴν ἀργυρίου δραχμὰς εἴκοσι ὀκτὼ διὰ χειρὸς ἐξ οἴκου. Ἥρων Σατύρου ἔγραψεν ὑπὲρ αὐτῶν μὴ εἰδότων γράμματα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.