no image
DDbDP-text
Restituzione di un prestito in natura via HGV-meta
Linked by Trismegistos ID
TM 11532.
Each record below describes this same ancient text from a different angle.
ἔτους ἐννεακαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ μηνὸς Καισαρείου Μεσορὴ κη, ἐν Τεβτύνει τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοΐτου νομοῦ. ὁμολογεῖ Ἀφροδισία ἡ καὶ Πτο λεμαῒς Ἰσιδώρου ὡς ἐτῶν εἴκοσι πέντε ἄσημος μετὰ κυρίου τοῦ ἀδελφοῦ Μενελάου τοῦ και ειου ὡς ἐτῶν τριάκοντα οὐλὴ Κρονίωνι Χεῶτος ὡς ἐτῶν ἑβδομήκοντα πέντε οὐλὴ δακτύ λωι μικρῶι χειρὸς ἀριστερᾶς ἀπέχειν παρʼ αὐτοῦ Κρονίωνος πυροῦ ἀρτάβας εἴκοσι ἃς ὤφειλενὤφιλεν ὁ Κρονίων ἀγράφως Ἑλένῃ Ἡρώδου, μητρὶμητρεὶ Ἡρακλείδου Διδύμου Νεωτέρου Ἡρώδου, κεκοσμη τευκότος γενομένου καὶ μετηλλαχότος τῆς Ἀφροδισίας ἀνδρὸς, αὐτῇ ὀφειληθείσας διὰ ὁμολογίαςὁμολογείας ἐπὶ τοῦ ἐννεακαιδεκάτου ἔτους θεοῦ Τραιανοῦ Ἐπεὶφ πέμπτῃ καὶ εἰκάδι διὰ τοῦ αὐτοῦ γραφείου, ἣν καὶ ἀναδέδωκεν αὐτῶι εἰς ἀκοίρω σιν, ἀφʼ ὧν τῶι Ἡρακλείδῃ ὀφειλομένων διατα γέντων ὑπʼ αὐτοῦ τῇ Ἀφροδισίᾳ κατὰ διαθήκην ἐπὶ τοῦ διεληλυθότος ὀκτωκαιδεκάτου ἔτους Ἐπεὶφ ἐννεακαιδεκάτῃ διὰ τοῦ γραφείου Τεβτύνεως καὶ μὴ ἐπε λεύσεσθαι τὴν Ἀφροδισίαν πρὸς τὸν Κρονίωνα περὶ τούτων μηδὲ περὶ ἄλλου Ἡρακλείδου ὀφειλήματοςὀφιλήματος μηδὲ περὶ ἑτέρου μηδενὸς ἁπλῶς πράγματος μέχρι νῦν μὴ ἐλαττουμένης τῆς Ἀφροδισίας περὶ ὧν ἀπέχει ὡς πρόκιται Μενέλαος ὁ καὶ ειος ἐπιγέγραμμ αι τῆς ἀδελφῆς μου κύριος ἀπολαμβανο ύσης πᾶσι τοῖς προκειμένοις τὰς τοῦ πυροῦ ἀρτάβας εἴκοσιἴκοσι καθὼς πρόκιται. Ἀφροδισία ἀπέχω τὰς τοῦ πυροῦ ἀρτάβας εἴκοσιἴκοσι . Κρονίων γέγονε εἴς ἐμε ἡ ἀποχή. ἔγραψε ὑπὲρ αὐτῶν Ἀπολλώνιος μὴ εἰδότων γράμματα. ἀναγέγραπται διὰ Λουρίου τοῦ καὶ Ἀπολλωνίου τοῦ πρὸς τῷ γραφείῳ Τεβτύνεως καὶ Κερκεσούχων Ὄρους.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.