no image
DDbDP-text
Receipt of Money via HGV-meta
Linked by Trismegistos ID
TM 10727.
Each record below describes this same ancient text from a different angle.
ἔτους ἑνδεκάτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ Φαμενὼθ β ἐν ΤεβτύνειΤεβτύνι τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσι νοΐτου. ὁμολογεῖ Κάστωρ Κρονίωνος τοῦ Κάστωρος ὡς ἐτῶν εἴκοσι δύο , οὐλὴ τραχήλωι ἐξ ἀριστερῶν τῶι τῆς τετελευτηκυίας αὐτοῦ μητρὸς Ἀπολλωναρίου τῆς Λυσιμάχου ὁμομητρίωι ἀδελφῶι Ἡρακλείδῃ Μάρωνος ὡς ἐτῶν ἑξήκοντα ὀκτὼ οὐλὴ ὀφρύιὀφρύει ἀριστε ρᾷ ἀπέχειν παρʼ αὐτοῦ Ἡρακλείδου διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου δραχμὰς τετρακοσίας μίαν ὀβολοὺς δύο , αἵ εἰσιν τὸ λοιπὸν τὸ ἐπιβάλλον αὐτῶι Κάστωρι τρίτον μέρος τῶν γεγονότων παρὰ τῶι Ἡρακλείδῃ ἀργυρίου δραχμῶν χιλίωνχειλείων διακοσίων τεσσά ρων οὐσῶν ἀπὸ τῶν συνκεχωρημένων ὑπὸ τῆς αὐτοῦ Ἡρακλείδου μητρὸς Θαυβαρίου τῆς Μύσθου, ἣ τετελεύτηκεν, τῇ τοῦ Κάστωρος μητρὶ Ἀπολλωναρίωι Λυσιμάχου καθʼ ὁμολογίαν συνγραφοδιαθή κης ἀναγραφομένης διὰ τοῦ τῆς μητροπόλεως γραφείου ἔτει ἕκτωι Δομιτιανοῦ μηνὶ Καισαρείωι ἐπαγομένων ἕκτῃ παρʼ αὐτῆς. ἀργυρίου δραχμῶν δισχιλίωνδισχιλείων , ἀκολούθως καὶ τῶι γεγο νότι ὑπό τε τοῦ Ἡρακλείδου καὶ τῶν τούτου ὁμομητρίων ἀδελφῶν Ἀπολλωνίου καὶ Λυσιμάχου τοῦ καὶ Γαίωνος ἀμφοτέρων Λυσιμάχου εἰς τὸν τοῦ Κάστωρος καὶ τῶν ἀδελφῶν αὐτοῦ Διοσκόρου τοῦ καὶ Κάστωρος καὶ Λυσιμάχου πατέρα Κρονίωνα Κάστωρος τῶι δεκάτωι ἔτει Δομιτιανοῦ μηνὶ Τῦβι δευτέρᾳ χειρογράφωι περὶ ὧν ὀφείλουσι δραχμῶν δισχιλίωνδισχειλείων , ἄκυρονἄκοιρον δʼ εἶναι τὴν περὶ μόνων τῶν γεγονότων παρὰ τῶι Ἡρακλείδῃ διὰ τοῦ σημαινομένου χειρογράφουχιρογράφου ἀργυρίου δραχμῶν χιλίωνχειλείων διακοσίων τεσσάρων διαστολὴνδιαστολη διὰ τὸ τὸν Ἡρακλείδην ἀποδεδωκέναι καὶ τοῖς τοῦ Κάστωρος ἀδελφοῖς Διοσκόρωι τῶι καὶ Κάστωρι καὶ Λυσιμάχωι τὰ καὶ αὐτοῖς ἐπιβάλλοντα μέρη τῶν αὐτῶν δραχμῶν χιλίωνχειλείων διακοσίων τεσσάρων ἀκολούθως αἷς ἔχει αὐτῶν ὁ Ἡρακλείδης ἀποχαῖς, ἃς καὶ μένεινμένιν κυρίας, καὶ μήτε αὐτὸν Κάστωρα μηδὲ τοὺς παρʼ αὐτοῦ ἐπελεύσεσθαιἐπελευσεθαι ἐπὶ τὸν Ἡρακλείδην μηδὲ ἐπὶ τοὺς παρʼ αὐτοῦ μήτε περὶ ὧν ἀπέσχηκεν καθότι πρόκιται μηδὲ περὶ τόκων τούτων μη δὲ περὶ ὧν ἀπέσχηκεν ὁ τούτου πατὴρ Κρονίων Κάστωρος τόκων ἔτι ἐναφ ήλικος τοῦ Κάστωρος ὄντος ἀπὸ τῶν ἔνπροσθεν χρόνων μέχρι τῆς ἐνεστώ σης ἡμέρας. Κάστωρ Κρονίωνος ὁμολογῶὁμολογῶι ἀπέχειν παρὰ τοῦτο Ἡρακλεί δου Μάρωνος ἀργυρίου δραχμὰς τετρακοσίας μίαν δύο ὀβολούς, αἵ εἰσιν τὸ ἐπιβάλλον μοι τρίτον μέρος τῶν παρά σοισυ γεγονότωνγεγωκνωτων δραχμῶν χιλίων διακοσίων τεσσάρων καὶ μὴ ἐπελεύσεσθαι καὶ αιτοκωι καθὼς πρόκειταιπρόκιτε μήτε περὶ ὧν ἀπέσχηκεν ὁ πατήρ μου τόκων. Ἡρακλείδης γέγονε εἴς μεμαι ἡ ἀποχὴ καθὼς πρόκειται δραχμὰς τετρακοσίας μίαν ὀβολοὺς δύο . ἔτους ἑνδεκάτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ . ἀνεγράφη διὰ τοῦ ἐν Τεβτύνει γραφείου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.