no image
DDbDP-text
Order on a Bank via HGV-meta
Linked by Trismegistos ID
TM 10767.
Each record below describes this same ancient text from a different angle.
Ἀφροδοῦς Σατύρου μετὰ κυρίου τοῦ συν γενοῦς Ἀμμωνίου τοῦ Ἡρακλείδου Σαμβᾷ τῷ καὶ Διδύμῳ τραπεζίτῃτραπεζείτῃ χαίρειν. χρη μάτισον Χαριτίῳ τῇ καὶ Τασουχαρίῳ Χαριδήμου καὶ Χαριτίῳ Διδύμου μετὰ κυρίων ἑκάστης τοῦ ἀνδρός, τῇ μὲν Χαριτίῳ τῇτῆς καὶ Τασουχαρίῳ Ἀπολλω νίου τοῦ Ἀπολλωνίου, τῇ δὲ ἑτέρᾳ Χα ριτίῳ Ἥρωνος τοῦ Διδύμου, τιμὴν ἡμίσουςἡμύσους μέρους οἰκίας καὶ αὐλῆς καὶ τόπων καὶ τῶν συνκυρόντων πάντων ἐν κώ μῃ Θεαδελφείᾳ τῆς Θεμίστου μερίδος ἀκολούθωςἀκολολούθως ταῖς γεγονυίαις εἰς αὐτὰς παλαιαῖςιαισ καταγραφαῖς, ἃς ἔχειςἔχις μου ἐν θέματι ἀργυρίου δραχμὰς ἑξακοσί ας, γίνονται δραχμαὶ χ. ἔτους β Αὐτοκράτορος Καίσαρος Νερούα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ, Τῦβι κη. Χαρίτιον Διδύμου μετὰ κυρίου τοῦ ἀνδρὸς Ἥρωνος τοῦ Διδύμου καταχώρισον, καὶ ἀνῄρημαιἀνίρημαι τὰς ἐπιβαλλούσας μοι ἀργυρίου δραχμὰς τριακοσίας, γίνονται δραχμαὶ τ. Ἥρων ἔγραψα καὶ ὑπὲρ τῆς γυναικός μου μὴ εἰδυίης γράμματα. ἔτους δευτέρου Αὐτοκράτορος Καίσαρος Νερούα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ, Τῦβι κη. Χαρίτιον ἡ καὶ ΤασουχάριονΤασουχιον Χαριδήμου μετὰ κυρίου τοῦ ἀνδρὸς ἈπολλωνίουἈπολωνίου τοῦ Ἀπίωνος ἀνῄρημαιἀνίρημαι τὰς δραχμὰ ς τριακοσίας, γίνονται δραχμαὶ τ. Ἀπολλώνιος ἔγραψα καὶ ὑπὲρ τῆς γυναικός μου μὴ εἰδυίαςἰδυειης γράμματα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.