no image
DDbDP-text
Agreement to Share a Tax Concession via HGV-meta
Linked by Trismegistos ID
TM 15971.
Each record below describes this same ancient text from a different angle.
Αὐρήλιον Πλούταρχον καὶ Αὐρήλιον Γαιανὸν ἀκολού θως ᾧ ἐπέδωκαν βιβλιδίῳ Αὐρηλίῳ Τερψιλάῳ ἐπιτρόπῳ οὐσιακῶν διαδεχομένῳ καὶ τὰ κατὰ τὴν διοίκησιν διʼ οὗ προσέγραψαν προσλαμ βάνεσθαι αὐτοὺς κοινωνοὺς κατὰ τὸ ἥμισυημυσυ ἀπὸ τοῦ αὐτοῦ κϛ β ἔτους τῆς προκειμένης ὠνῆς καὶ ἀπαιτῆσαι τὰ ὀφειλόμενα ὑπὲρ τῆς αὐτῆς ὠνῆς ἀργύρια ἐν τῇ πόλει καὶ ἐν τω?ͅ νομῷ καὶ διαγράψαιδιαγράψε ἐπὶ τὴν δημοσίαν τράπεζαν τὸν ἐνιαύσιον φόρον καὶ συνκαταχωρίσαι τὰ συνήθη τῆς ὠνῆς μηνιαῖα καὶ διαγράψαι τὸ λοιπὸν τῆς ἐπιθήκης κατὰ τὸ αὐτὸ ἥμισυ ὡς πρόκειται, μηδενὶ δὲ ἐξεῖναι παραβαίνειν τὰ προγεγραμμένα ἢ ὁ παραβαίνων ἀποδώσει τῷ ἐνμένοντι ἀργυρίου δραχμὰς τετρα κοσίαςτετρασκοσίας καὶ εἰς τὸ δημόσιον τὰς ἴσας καὶ μηδὲν ἧσσον χωρὶς τοῦ μέ νειν κύρια τὰ ὡμολογημένα ὡς ἐν δημοσίῳ κατακείμενα τετρασ σὰ γραφέντα πρὸς τὸ ἑκάτερον ἔχειν μοναχόν. ἔτους κε Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀντωνίνου Παρθικοῦ Μεγίστου Βρεττανικοῦ Μεγίστου Γερμανικοῦ Μεγίστου Εὐσεβοῦς Σεβαστοῦ . Τιβέριος Κλαύδιος Τρύφων καὶ Αὐρήλιος Θέων διʼ ἐμοῦ Τιβερίου Κλαυδίου Τρύφωνος τέθειμαιτέθειμε τὸ κοινὸν ὁμολόγημα καὶ εὐδοκῶ τοῖς προκειμένοις. Μάρκοι Αὐρήλιοι Πλούταρχος καὶ Γαιανὸς διʼ ἐμοῦ Αὐρηλίου Πλουτάρχου εὐδοκῶ πᾶσι τοῖς προκειμένοις.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.